# Fragmenta 234.5

Pseudo-Archytas, Fragmenta, 234.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-archytas/fragmenta/234.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-archytas/fragmenta/234.5

ἐπιστατὸν τὰς ἐπιστάμας καὶ τὸ αἰσθτόν τὰς αἰσθήσεις. Τὸ δὲ αἴτιον, ὅτι τὸ μὲν κρινόμενον ἄνευ τοῦ κρινοῦντος δυνατὸν ἦν, ὅσον τὸ αἰσθητὸν ἄνευ αἰσθήσεως, καὶ τὸ ἐπιστατὸν ἄνευ ἐπιστάμας· τὸ δὲ κρίνον ἄνευ τοῦ κρινομένου ἀδύνατον ἦν, ὅσον τὰν αἰσθασιν ἄνευ τοῦ αἰσθητοῦ καὶ τὴν ἐπιστάμαν ἄνευ τοῦ ἐπιστατοῦ. Τῶν δὲ ἐξ ἀμφοτέρων ἔχοντων τῶν μερῶν τὰν ἀντιστροφὰν τὰ μὲν ἀδιαφόρους ἀντιστρέφει ἀλλήλοις, ὡς τὸ ὅμοιον καὶ τὸ ἴσον καὶ τὸ ἀδελφόν· τοῦτο γὰρ τούτω ὅμοιον καὶ τοῦτο τούτω πάλιν, καὶ τοῦτο τούτω ἴσον καὶ τοῦτο τούτω ἀδελφόν· τὰ δὲ ἀντιστρέφει ἀλλήλοις. ἐξ ἀμφοτέρων τῶν μερῶν, οὗ μὲν ἀδιαφόρους· τοῦτο μὲν τούτω μειζόν, τοῦτο δὲ τούτω μειόν, καὶ οὕτως μὲν τούτω πατήρ, οὕτως δὲ τούτω υἱός.

---

Pseudo-Archytas, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003066.
