# Anonymi (Arriani, ut fertur) periplus ponti Euxini 39

Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus ponti Euxini, Βιθυνίας τῆς πρὸς τῷ Πόντῳ περίπλους.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-arrianus-2/anonymi-arriani-ut-fertur-periplus-ponti-euxini/39

39. Ἀπὸ δὲ Ψυχροῦῦ ποταμοῦ εἰς Καλὸνποταμὸν, τὸν νῦν λεγόμενον Καλήν παρεμβολήν, στάδια λ, μίλια δ. Ἀπὸ δὲ Καλῆς παρεμβολῆς εἰς τὸν Ῥίζιον λεγόμενον ποταμὸν καὶ λιμένα στάδια ρκ΄, μίλια ιϚ΄. Ἀπὸ δὲ τοῦ Ῥιζίου εἰς Ἀσκούρναν ποταμὸν στάδια λ, μίλια δ΄. Ἀπὸ δὲ τοῦ Ἀσκούρνα ποταμοῦ εἰς Ἀδινῆον, τὸν ἤδη λεγόμενον ἀδιηνὸν ποταμὸν, στάδια ξ΄, μίλια η΄· ἔχει σάλον σύμμετρον ναυσίν. Ἀπὸ δὲ τοῦ ἀδινῃου ποταμοῦ εἰς Κόρδουλω χωρίον στάδια ρ΄, μίλια ιγ΄, γ΄. Ἀπὸ δὲ Κορδύλων εἰς Ἀθήνας χωρίον στάδια π΄, μίλια ι΄, ∠΄ Ϛ΄. ἐνταῦθα ὅρμος ναυσίν. Ἐστι γὰρ καὶ ἐν Πόντῳ Εὐξείνῳ χωρίον Ἀθῆναι λεγόμενον, ἐν ᾧ καὶ Ἀθηνᾶς ἱερόν ἐστιν Ἑλληνικὸν, ὅθεν μοι δοκεῖ καὶ τὸ ὄνομα εἶναι τούτου τοῦ χωρίου· καὶ φροῦριόν τί ἐστιν ἠμελημένον· ὁ δὲ ὅρμος οἶος ὥρα ἔτους δέχεσθαι οὐ πολλὰς ναῦς, καὶ σκέπην ταύταις παρέχειν ἀπὸ νότου ἀνέψου καὶ αὐτοῦ τοῦ εὕρου· σώζοιτο δ᾿ ἂν καὶ ἀπὸ τοῦ βορρᾶ τὰ ὁρμοῦντα πλοῖα, ἀλλ᾿ οὐ τοῦ γε ἀπαρκτίου, οὐδὲ τοῦ θρασκίου μέν ἐν τῷ Πόντῳ, σκίρωνος δὲ ἐν τῆ Ἑλλάδι καλουμένου.

---

Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus ponti Euxini, ed. Karl Müller. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0075.tlg001.local001/.
