# Anonymi (Arriani, ut fertur) periplus ponti Euxini 76-86

Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus ponti Euxini, 76 to 86. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-arrianus-2/anonymi-arriani-ut-fertur-periplus-ponti-euxini/76

76. Τοῦτο τὸ πολίχνιόν τινες μέν φασιν βαρβάρων, τινές δʼ ἄποικον γεγονέναι Μεσημβρίας. 77. Ἀπὸ δὲ Βιζῶνος εἰς Διονυσόπολιν στάδιοι π΄, μμίλια ι΄, ∠΄,Ϛ΄. 78. Ἄὕτη ἡ Διονυσόπολις πρῶτον ὠνομάζετο Κρουνοὶ διὰ τὰς τῶν ἐγγὺς ὑδάτων ἐκρύσεις· ἔπειτα δέ μετωνομάσθη Ματιόπολις· ὕστερον δὲ, Διονυσιακοῦ ἀγάλματος προσπεσόντος ἐκ τῆς θαλάττης τοῖς τόποις, Διονυσόπολιν λέγουσι κληθῆναι πάλιν. Ἐν μεθορίοις δὶ τῆς Κροβύζων καὶ Σκυθῶν χώρας κειμένη, μιγάδας Ἕληνας οἱκητὰς ἔχει. 79. Ἀπὸ δὲ Διονυσοπόλεως εἰς Ὀδησσὸν πόλιν, ἐν ᾗ ὅρμος ναυσὶ, στάδιοι σ΄, μίλια κϚ΄, ∠΄,Ϛ΄. 80. Ὀδησσὸν κτίζουσι Μιλήσιοι, ὅτε Ἀστυάγης ἦρχε τῆς Μηδίας ἐν κύκλῳ δὲ αὐτῆς ἔχει Κροβύζους Θρᾶκας. 81. Ἀπὸ δὲ Ὀδησσοῦ εἰς τοῦ Αἵμου τὰς ὑπωρείας, αἱ δὴ εἰς τὸν Πόντον καθήκουσιν, ἐν αἷς ὅρμος ναυσὶ, στάδιοι σξ΄, μίλια λδ΄, ∠΄,Ϛ΄. 82. Αἷμος μέγιστόν ἐστιν ὑπὲρ αὐτὴν ὄρος, τῷ Κίλικι Ταύρῳ τὸ μέγεθος προσεμφερής, τῇ τε κατὰ μῆκος τῶν τόπων παρεκτάσει ἀπὸ γὰρ Κροβύζων τῶν τε Ποντικῶν ὅρων ἄχρι τῶν Ἀδριατικῶν διεκβάλλει τόπων. 83. Ἀπὸ δὲ τοῦ Αἵμου εἰς Μεσημβρίαν πόλιν στάδιοι ϟ΄, μίλια ιβ΄. 84. Αὕτη ἡ Μεσημβρία πόλις παρὰ τὴν ὑπώρειαν τοῦ καλουμένου Αἵμου κειμένη, τῆ Θρακίᾳ τε καὶ Γετικῆ συνορίζει γῇ. Καλχηδόνιοι δὲ ταύτην καὶ Μεγαρεῖς ᾤκισαν, ὅτε ἐπὶ Σκύθας Δαρεῖος ἐστρατεύετο. 85. Ἀπὸ δὲ Μεσημβρίας εἰς Ἀγχίαλον πόλιν, ἔχουσαν καὶ λιμένα τοῖς ἀφʼ ἐσπέρας ἀνέμοις, στάδιοι ο΄, μίλια θ΄, γ΄. Ἀπὸ δὲ Ἀγχιάλου εἰς Ἀπολλωνίαν πόλιν, τὴν νῦν Σωζόπολιν λεγομένην, ἔχουσαν καὶ λιμένας μεγάλους δύο, στάδιοι ρπ΄, μίλια κδ΄. 86. Ταύτην τὴν Ἀπολλωνίαν πόλιν κτίζουσιν εἰς τοὺς τόπους ἐλθόντες οἱ Μιλήσιοι πρὸ πεντήκοντα ἐτῶν τῆς Κύρου βασιλείας. Πλείστας γὰρ ἐποικίας ἐξ Ἰωνίας ἔστειλαν εἰς τὸν Πόντον, ὃν πρὶν Ἄξενον λεγόμενον διὰ τὰς ἐπιθέσεις τῶν βαρβάρων, προσηγορίας ἐποίησαν Εὐξείνου τυχεῖν.

---

Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus ponti Euxini, ed. Karl Müller. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0075.tlg001.local001/.
