# De Annis Ab Orbe Condito 329

Pseudo-Codinus, De Annis Ab Orbe Condito, 329. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-codinus-hist/de-annis-ab-orbe-condito/329
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-codinus-hist/de-annis-ab-orbe-condito/329

Κωνσταντῖνος ὁ πορφυρογέννητος ὁ ἀδελφὸς αὐτοῦ ἔτη βʹ, μῆνας ιαʹ. Ῥωμανὸς ὁ Ἀρχυρόπουλος σὺν Ζωῇ τῇ θυγατρὶ τοῦ αὐτοῦ Κωνσταντίνου ἔτη εʹ, μῆνας ϛʹ. Μικαήλ ὁ Παφλαγὼν ἐν ἔτει ϛφμαʹ σὐν τῇ αὐτῇ Ζωῇ ἔτη ζʹ, μῆνας θʹ. Μιχαὴλ ὁ ἀπὸ Καῖσαρ ὁ ἀνεψιὸς αὐτοῦ, ὁ καὶ Κα, λαφάτης λεγόμενος, ὁ τυφλωθείς εἰς τὸ σίγμα, μῆνας δʹ, ἡμέρας θʹ. Ὃς καὶ ἐκπεσὼν τῆς βασιλείας προσέφυγε τῇ μονῇ τῶν Στουδίου, κἀκεῖσε παρὰ τοῦ λαοῦ καταχθεὶς ἐν τῆ κιονίῳ τοῦ σίγματος ἐτυφλώθη παρὰ Νικηφόρου ἐπάρχου τοῦ Καπανέως. Λ δὲ δύο αὐτάδελφαι καὶ δέσποιναι, ἢ τε κυρά Ζωὴ καὶ κυρὰ Θεοῖώρα, μοναρχῆσασαι μῆνας τρεῖς, ἀνεκαλέσαντο Κωνσταντῖνον τὸν Μονομάχον, ἐξόριστον ὄντα ἐν τῇ νήσῳ τῇ Μιτυλήνῃ, καὶ ἐποίησαν αὐτὸν βασιλέα συζυγέντα τῇ Ζωῇ, μηνὶ Ἰουνίῳ ια, ἰνδικτιῶνος ὑ, ἔτους ϛφν· καὶ ἐκράτησε τῆς βαιλείας ὁ Μονομάχος ἔτη ιγʹ. μῆνας δζʹ. Ἠ κυρὰ Θεοδώρα ἡ πορφυρογέννητος ἔφθασε μοναρχῆσαι ἔτος αʹ, μῆνας ηʹ, ἡμέρας κʹ. Εἶετα τὸν κύριον Μιχαὴλ τὸν γέροντα, τὸν ἀπὸ στρατιωτικοῦ, βασιλέα ἀναγορεύσασα καὶζήσασα μετ´ αὐτοῦ ἡμέρας εʹ. ἐτελεύτησε κατά τὴν κφʹ τοῦ Αὐγούστου μηνὸς. τῆς θʹ ἐνδικτιῶνος τοῦ ϛφξό´ ἔτου Ὁ κύριος Μιχαὴλ ὁ γέρων ὁ στρατιωτικὸς ἐκράτησε κατὰ τὴν κῥʹ τοῦ Αὐγούστου μηνὸς, τῆς θʹ ἰνδικτιῶνος τοῦ ϛφξδ´ ἔτους. Ἐξεβλήθη δὲ τῆς βασιλείας κρατήσας ἔτος αʹ, ἡμέρας ιαʹ. Ὁ κύριος Ἰσαάκιος ὁ Κομνην´ ϛ μετὰ Αἰκατερίνης τῆς γυναικὸς αὐτοῦ ἔτη βʹ, μῆνας βί, ἡμέοας κδʹ. Ὁκύριος Κωνσταντῖνος ὁ Δούκας ἔτη ζʹ, μῆνασϛʹ, Καὶ τελευτήσας κατέλιπε βρσιλεύουσαν τὴν γυναῖκα αὐτοῦ τὴν δέσποιναν, τὴν κυρὰν Εὐδοκίαν τὴν Μακρεμβολίτισσαν, σὺν τῷ υἱῷ αὐτοῦ τῷ κυρῷ Μυχαήλ καὶ τῷ κυρῷ Κωνσταντίνῳ τῷ πορφυρογεννήτῳ. Ἐκράτησεν οὖν καὶ ἡ κυρὰ Εὐδοκία ἡ δέσποινα σὺν τοῖς δυσὶν υἱοῖς αὐτῆς μῆνας ζ, ἡμέρας ὑ. Εἶτα λαβοῦσα ἄνδρα γνώμῃ τοῦ πατριάρχου καὶ τῆς συγκλήτου πάση· τὸν κύριον Ῥωμανὸν τὸν Αιοῦένην, ἀνηγόρευσεν αὐτὸν βασιλέα κατὰ τὸν Μάρτιον μῆνα τῆς εʹ ἰνδικτιῶνος τοῦ ϛφοεʹ ἔτους. Ὢ κύριος Ἡωμανὸς ὁ Διογένης μετὰ τῆς κυρᾶς Εὐδοκίας ἔτη γʹ, μῆνας ηʹ. Καὶ διαφόρως ἐκστρατεύσας κατὰ Περσῶν, ἐν τῇ τρίτῃ αὐτοῦ ἑκστρατείᾳ ἐκρατήθη αἰχμάλωτος παρὰ τοῦ σουλτάνου καὶ των Τούρκων. Ἀνηγορεύθη δὲ βασιλεὺς ὁ κύριος Μιχαὴλ ὰ Δούκας, καὶ ἐκράτησε τῆς βασιλείας ἆμα τῇ μητρὶ αὐτοῦ Εὐδοκίᾳ, καὶ συνεβασίλευς ταύτῃ μὴνα αʹ. Κατεβίβασε δὲ πάντως καὶ ἀπέκειρε, μόναρχος μὐτὸς κληθείς. Ὁ οὖν κύριος Μιχαὴλ ο Δούκας, ὁ υἱὸς τοῦ κυρίυ Κωνσταντίνου καὶ τῆς Μακρεμβολιτίσσης κυρᾶς Εὐδο ας, μετὰ Μαρίας τῆς γυναικὸς αὐτοῦ, ἔτη ϛ´ καὶ ἥμισυ. Καταβιβασθεὶς δὲ παρὰ τοῦ Βοτανιάτου

---

Pseudo-Codinus Hist., De Annis Ab Orbe Condito. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003760.
