# Patria Constantinopoleos 227

Pseudo-Codinus, Patria Constantinopoleos, 227. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-codinus-hist/patria-constantinopoleos/227
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-codinus-hist/patria-constantinopoleos/227

τὰ τείχη, λόγου τε παντὸς κρείττονα μηχανώμενος. Τοὺς γὰρ ἐν αὐτῇ πύργους ἑπτὰ ὄντας ἀντιφθέγγεσθαί τε καὶ διηχεῖν ἀλλήλοις συνήρμοζεν· εἴ ποτε γὰρ σάλπιγξ ἢ φωνή τις ἑτέρα τοῖς πύργοις ἐπεφοίτα, ἕτερος ἐξ ἑτέρου τὸν ἦχον μετεδίδου, καὶ τῷ πρὸς τὸ πέρας κειμένῳ παρέπεμπον. Ἀλλὰ μὴν καὶ ἄλλο τι τοῖς ταῦτα συγγράψασιν εἰρημένον οὐ παραλείψομεν· τὸν γὰρ Ἡρακλέους πύργον ἱστάμενον ἐντὸς τοῦ τείχους τὰ τῶν πολεμίων μεταδιδόναι μυστήρια λόγος ἦν. Μετὰ δὲ τὴν τοῦ τείχους στεφάνην καὶ τὰ τεμένη τῶν θεῶν ἀπειργάζετο. Τέας μὲν κατὰ τὸν τῆς βασιλικῆς λεγόμενον τόπον νεών τε καὶ ἄγαλμα καθιδρύσατο, ὅπερ Τύχαιον τοῖς πολίταις τετίμητο· Ποσειδῶνος δὲ τέμενος πρὸς τῆ θαλάσσῃ ἀνήγειρεν, ἔνθα νῦν ὁ τοῦ μάρτωρος Μηνᾶ οἶκος διακεκόσμηται· Ἑκάτης δὲ κατα τὸν νῦν τοῦ ἱπποδρομίου τόπον· τῶν δὲ Διοσκούρων Κάστορός τε καὶ Πολυδεύκους ἐν τῇ τῶν ποταμῶν μίξει, ἐν ᾗ καὶ λύσις τῶν παθῶν τοῖς ἀνθρώποις ἐγίνετο. Ἐγγὺς δὲ τοῦ καλουμένου Στρατηγίου Αἴαντος τε καὶ Ἀχιλλέως βωμοὺς ἀνέθηκεν, ἔνθα καὶ νῦν τὸ τοῦ Ἀχιλλέως χρηματίζει λουτρόν. Ἀμφιάρεω δὲ τοῦ ἱερέως ἐν ταῖς λεγομέναις Συκαῖς ᾠκοδόμησε ναὸν, αἱ τὴν ἐπωνυμίαν ἐκ τῶν συκοφόρων δένδρων ἐδέξαντο. Ἀνωτέρω δὲ τοῦ Ποσειδῶνος ἱεροῦ τὸ τῆς Ἀφροδίτης προσαγορεύεται τέμενας, Ἀρτέμιδος δὲ καὶ Ἀθηνᾶς πρὸς τὸ τῆς Ἀφροδίτης ὄρος, Ἐπεὶ δὲ ταῦτα πρὸς τὴν ἑαυτοῦ διῳκήσατο πόλιν, ἐχρῆν λοιπὸν τοὺς ἐπιόντας αὐτῷ ἀπωθῆσαι βαρβάρους, καὶ μάλιστα τὸν Αἵμονα, ὃς τύραννος Θράκης ὢν καὶ πρὸς αὐτὴν ἧκε τὴν τοῦ Βύζαντος πόλιν, αὐτόν τε τὸν ἥρωα προκαλούμενος εἰς μάχην καὶ διαπορθεῖν ἅπαντα προθυμούμενος· οὐχ ὑπομείνας τὴν ἔφοδον τοῦ βαρβάρου μόνος πρὸς μόκον διαγωνίζεται, καὶ καταβάλλει τὸν Αἵμονα ἐπὶ τὸν ὁμώνυμον αὐτοῦ λόφον. Ὁ μὲν οὖν Βύζας μετὰ τὴν εἰρημένην νίκην ὡς ἐπὶ τὴν Θρᾴκην ἤλαυνε τοὺς πολεμίους· Χρύσης δὲ ὁ τῶν Σκυθῶν βασιλεὺς περαιωθεὶς τὸν Ἴστρον καὶ πρὸς αὐτὸν διαλθὼν ἐπολιόρκει τὰ τῆς πόλεως τείχη. Κρὸς δὲ ἡ τοῦ Βύζαντος

---

Pseudo-Codinus Hist., Patria Constantinopoleos. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003762.
