# Patria Constantinopoleos 253

Pseudo-Codinus, Patria Constantinopoleos, 253. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-codinus-hist/patria-constantinopoleos/253
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-codinus-hist/patria-constantinopoleos/253

γυναικὸς Ἀριάδνης καὶ αὐτοῦ τοῦ Ζήνωνος ἐν τῇ βασιλικῇ πύλᾳ τῆς Χαλκῆς ἔστησεν. Ὃτι ἐν τῇ Χαλκῇ πλησίον ἄνωθεν Πουλχερίαι τῆς ἀοιδίμου, ὡς πρὸς τὸν περίπατον τοῦ παλατίου, ἀνηγέρθη στήλη. Ἐν αὐτῷ δὲ τῷ τόπῳ καὶ ὁ λήνων καὶ ἡ Ἀριάδνη ἴστανται. Καὶ ἕτεραι δύο στῆλαι πεζαὶ ἐπὶ κίονος βραχέος ἵστανται, Σεκούνδου φιλοαόσου ἐλεγεῖα ἔχουσαι. Ἀντικρὺς δὲ τῆς Χαλκῆς ἁψῖδος γοργονοειδεῖς κεφαλαὶ ἡμίσειαι δύο, αἵτινες εἰσι χρυσέμβαφοι γυναικεῖαι. Ἤχθησαν δὲ καὶ ἀπὸ Ἐφέσου ἐκ τοῦ ναοῦ τῆς Ἀρτέμιδος στῆλαι ὀκτύ·καὶ αἱ μὲν τέσσαρες ἐν τοῖς τοῦ Ταύρου μέρεσιν ἐν τοῖς παλαιοῖς παλατίοις προετάγησαν στῆναι, Κωνσταντίνου καὶ Ἰουλιανοῦ καὶ τῆς γυναικὸς αὐτοῦ καὶ τῶν υἱῶν αὐτοῦ καὶ Γάλλου, αἱ δὲ τέσσαρες ἐν τῷ τῆς Χαλκῆς εὐωνύμῳ μέρει. Ἔνθα καὶ σταυρὸς ὑπὸ Ἰουστινιανοῦ ἐπεπήγει καὶ στήλη χρυσεμβαφὴς Βελισαρίου καὶ Τιβερίου καὶ τοῦ κουρτοειδοῦς Θρακὸς καὶ Ἰουστινιανοῦ. Ὁ πρῶτος λεπτοαιδής. Καὶ τῶν συγγενῶν αὐτοῦ στῆλαι ἑπτὰ, αἱ μὲν ἀπὸ μαρμάρων, αἱ δὲ χαλκαῖ. Καὶ δύο ἵπποι, οἱ ἐπάνω τῶν γοργονοειδῶν ἱστάμενοι ἐν τῇ ἁψῖδι· καὶ οὗτοι ἐκ τῆς Ἀρτέμιδος ναοῦ ἀπὸ Ἐφέσου ἤχθησαν ὑπὸ Ἰουστινιανοῦ τοῦ κτίσαντος τὴν ἁγίαν Σοφίαν. Καὶ ἐστήλωσεν αὐτὰ διὰ τὸ μὴ ἀντιζηλεῖν τοὺς ἵππους Ὁμοίως καὶ τὸν σταυρὸν διὰ τὸ ἑδραῖον. Καὶ Μαξιμίνου στήλη ἐν αὐτῷ ἴσταται βαρυτάτη, ἔνθα ὅν καὶ τὸ γένος ἅπαν τοῦ μεγάλου Θεοδοσίου ὑπάρχει. Καὶ τοῦ Μαυρικίου καὶ τῆς γυναικὸς αὐτοῦ καὶ τῶν τέκνων ἴστανται. Ἐν δὲ τῇ καμάρᾳ τοῦ μιλίου στῆλαι τοῦ μεγάλου Κωνσταντίνου καὶ Ἑλένης εἰσίν. Ἔνθα καὶ σταυρὸς ὁρᾶται πρὸς ἀνατολὴν βασταζόμενος ὑπ´ αὐτῶν. Μέσον δὲ τοῦ σταυροῦ ἡ τύχη τῆς πόλεως, κατήνιον κλειδόμενον καὶ ἐστοιχειωμένον, τοῦ παντὸς εἴδους ἀνελλιπῆ εἶναι καὶ νίκην πᾶσαν τῶν ἐθνῶν ἐπιφέρειν, τοῦ μηκέτι ἰσχύειν προσεγγίσαι ἢ προσψαῦσαι,

---

Pseudo-Codinus Hist., Patria Constantinopoleos. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003762.
