# Patria Constantinopoleos 254

Pseudo-Codinus, Patria Constantinopoleos, 254. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-codinus-hist/patria-constantinopoleos/254
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-codinus-hist/patria-constantinopoleos/254

ἀλλὰ πόῤῥω ἀπέχεσθαι καὶ ὑπονοστεῖν ὡς ἡττωμένους. Ἡ δὲ κλεὶς τοῦ κατηνίου κατεχώσθη εἰς τὰς βάσεις τῶν κιόνων. Ἐν αὐτῷ δὲ τῷ μιλίῳ στῆλαι ἵστανται τρεῖς, Σοφίας τῆς γυναικὸς Ἰουστίνου τοῦ Θρᾳκὸς, καὶ Ἀραβίας τῆς θυγατρὸς αὐτοῦ, καὶ Ἐλένης ἀνεψιᾶς αὐτοῦ. Ὁ λεγόμενος Πιττάκης ἡ στήλη ἐστὶ τοῦ μεγάλου Λέοντος τοῦ Μακέλου, ἢν ἀνήγειρεν Εὐφημία ἡ τούτου γνησία ἀδελφὴ, διότι οἶκος ἦν αὐτῆς ἐκεῖσε, καὶ ἑκάστῃ ἑβδομάδι εἰς αὐτὴν ἀπήρχετο ὁ βασιλεὺς Λέων διὰ τὸ εἶναι αὐτὴν σώφρονα καὶ παρθένον. Καὶ πάντες οἱ ἀδικούμενοι, εἴτε πολῖται εἴτε θεματικοὶ, ἢ καὶ ἀπὸ πάσης τῆς οἰκουμένης, ἐκεῖσε εἰς τὰς βαθμίδας τοῦ κίονος ἐτίθουν τὰ πιττάκια αὐτῶν, φυλασσόντων αὐτὰ ἐκεῖσε τῶν ταξεωτῶν. Καὶ ὁπόταν ἤρχετο ὁ βασιλεὺς, ἐδίδοντο αὐτῷ, καὶ παρευθὺς ἐλάμβανεν ἐκεῖσε ἕκαστος τὴν λύτιν αὐτοῦ. Ὅτε δὲ ἦν ὁ βασιλεὺς ἐν τῷ παλατίῳ, καθ´ ἑκάστην πρωΐαν ἔπεμπε ἐβδομάριόν τινα, καὶ ἀνελαμβάνετο ἀπὸ τῶν ταξεωτῶν τὰ ῥιπτόμενα δεητικὰ πιττάκιαἔ, καὶ ἐδίδου καθ´ ἑκάστην ὁ βασιλεὺς τὰς λύσεις καὶ τὰς ἀποφάσεις αὐτῶν δὴ τῶν πιττακίων τοῖς ἑβδομαρίοις ἢ κοιτωνίταις αὐτοῦ, καὶ ἀπήγαγον πρὸς τὴν αὐλὴν τοῦ Πιττάκου, καὶ ἐδίδουν τοῖς φυλάσσουσι, κἀκεῖνοι τοῖς δεομές νοις. Διὰ καὶ οἱ μέλλοντες διοικεῖσθαι ταχέως ἑσπέρας ἐτίθουν τὰς δεήσεις, καὶ τῇ ἐπαύριον ἐλάμβανον τὸ πέρας. Ἔκ τούτου ἐκλήθη ὁ τόπος τὰ Πιττάκια, Ἐν τῷ τριβουναλίῳ τοῦ παλατίου Εὐδοκίας τῆς γυναικὸς Θεοδοσίου καὶ αὐτοῦ τοῦ Θεοδοσίου Μαρκιανοῦ τε καὶ Κωνσταντίνου στῆλαι ἔστησαν. Ἔνθα καὶ ὀρχήσεις τῶν δύο δημοτικῶν μερῶν ἐγένοντο ἕως Ἡρακλείου. Ὁ δὲ Ζεύξιππος τὸ λουτρὸν ὑπὸ Σευήρου κατεσκευάσθη, καὶ ἐστοιχειώθη μετὰ κανδήλας ἅπτεσθαι ὑαλίνης, τὸ δὲ ὕδωρ ζέειν σφοδρῶς, καὶ τὸν ὀέρα τοῦ λουτροῦ. Ἀλόγιστοι δέ τινες ἐλθόντες τοῦτο κατέστρεψαν. Ὡ τῆς ζημίας! Ἡ στήλη ἡ ἱσταμένη ἐν τῷ ἀρμαμέντῳ φωκὲ τοῦ στρατιώτου ἐστὶ, καὶ ἐν τῷ ἑβδόμῳ ἔτει τῆς αὐτοῦ βασιλείας περὶ τὸ κέλος σπουδάζων ἀναγαγεῖν αὐτὴν ἐν τῷ κτισθέντι κίονι, καὶ μετὰ τὸ

---

Pseudo-Codinus Hist., Patria Constantinopoleos. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003762.
