# Patria Constantinopoleos 257

Pseudo-Codinus, Patria Constantinopoleos, 257. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-codinus-hist/patria-constantinopoleos/257
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-codinus-hist/patria-constantinopoleos/257

μιλίου ἦν ἀνδροείκελον ἄγαλμα χρυσέμβαφον (ἔνθε ἦν τὸ Ἔξαμον Ἡρακλείου τοῦ βασιλέως) καὶ γονυκλινὲς Ἰουστινιανοῦ τοῦ τυράννου. Ἐκεῖ ὁ Τερβέλις ἐδημηγόρησεν. Ἔν οἷς ἐλέφας ἵστατο παμμεγέθης, ὑπὸ Σευήρου κατεσκευασμένος. Ὅρος δὲ ἦν πρὸ τοῦ μέρους τῶν ἀναβαθμῶν, ἔνθα ἦν καὶ Σχολὴ φυλαττόντων τὴν πόλιν. Ἔμενε δὲ ἐκεῖσε ἀργυροκόπος ἐναντίοις ζυγοῖς τὴν πρᾶσιν ποιούμενος. Καὶ τοῦ οἰκήματος αὐτοῦ πορθουμένου ἠπείλει τῷ τὸν ἐλέφαντα φυλάττοντι θάνατον, εἰ μὴ τοῦτον κρατήσειεν. Ὁ δὲ θηροκόμος οὐκ ἐνεδίδου. Ὄν φονεύσας ὁ ζυγοπλάστης δέδωκε βορὰν τῷ ἐλέφαντι. Τὸ δὲ θηρίον ἀτίθασσον ἂν καὶ αὐτὸν ἀνεῖλε, Καὶ ὁ Σευῆρος ἀκούσας τῷ θηρίῳ θυσίας ἤνεγκεν. Ἐν αὐτῷ δὲ τῷ τόπῳ παρευθὺς ἀνετυπώθησαν τό τε θηρίον καὶ ὁ θηροκόμος. Ἔνθα καὶ Ἡρακλῆς ἐλατρεύθη, πολλὰς θυσίας δεξάμενος· ὃς ἐν τῷ Ἱπποδρομίῳ μετετέθη. Ἐπὶ δὲ Ἰουλιανοῦ ὑπατικοῦ ἀπὸ Ῥώμης ἦλθεν ἐπὶ τὸ Βυζάντιον, εἰσήχθη δὲ μετὰ στηλῶν δέκα. Θέαμα δεύτερον πλησίον τοῦ Μιλίου. Ὅτι ἐν τῷ μιλίῳ ἐν τέτρασιν ἴπποις πυρίνοις ἅρμα Ἠλίου ἱπτάμενον παρὰ δύο στηλῶν ἐκ παλαιῶν τῶν χρόνων ὑπῆρχεν. Ἔνθα εὐφημίσθη ὁ μέγας Κωνσταντῖνος μετὰ τὸ νικῆσαι Ἀξώτιον, ἐπειδὴ καὶ Βύζας ἐκεῖσε εὐφημίσθη. Κατενεχθέντος, δὲ τοῦ ἄρματος ἐν τῷ Ἱπποδρομίῳ, στολίδιον καινὸν παρὰ Κωνσταντίνου ἐσκευάσθη εἰς τύχην τῆς πόλεως, ὑπὸ Ἡλίου φερόμενον, ὅπερ δορυφορούμενον

---

Pseudo-Codinus Hist., Patria Constantinopoleos. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003762.
