# Patria Constantinopoleos 266

Pseudo-Codinus, Patria Constantinopoleos, 266. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-codinus-hist/patria-constantinopoleos/266
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-codinus-hist/patria-constantinopoleos/266

ἄπερ ὁρᾶται εὔμηκες κείσμα νοσοκάμου, ὁ μέγας Κωνσταντῖνος ἀνήγειρεν αὐτὸ εἰς πορνεῖον . Ἵστατο δὲ στήλη ἐπὶ κλωστοῦ λιθίνου κίονος τῆς Ἀφροδίτης· τῶν δὲ πολιτῶν ἐκεῖσε ἀπερχομένων καὶ ἐρώντων τὰς ἐκεῖσε οἰκούσας μαχλάδας ἔξωθεν τοῦ αὐτοῦ οἴκου οὐχ εὑρίσκετο ἱτεοον πορνεῖον. Καὶ ἦσαν ἀπόχωροι ἐπὶ τοὺς κίονας μετὰ κρικέλλων καὶ κουρτίνων. Καὶ οὔτως ἐκεῖσε ἐν ἀσωτίᾳ οἰ ἐρῶντες ἐτέρποντο. Ἥν δὲ καὶ στήλη ῶν ἐν ὑπολήψει οὐσῶν καθαρῶν γυναικῶν καὶ παρθένων. Ἐκείνων δὲ μὴ θελουσῶν ὁμολογεῖν, ἔλεγον αὐταῖς οἱ γονεῖς τε καὶ φλοι· «Ἀπέλθωμεν εἰς τὸ τῆς Ἀφροδίτης ἄγαλμα, καὶ εἰ καθαρὰ εἶ, ἐλεγχθήσῃ ἐκεῖ ἐπὶ τῆς στήλης.» Καὶ ὅτε ἐπλησίαζον, ἡ μὲν ἄμεμπτος διήρχετο ἀβλαβὴς, ἡ δὲ διεφθαρμένη, ἡνίκα ἐπὶ τὸν κίονα τοῦ ἀγάλματος ἐπλησίαζεν ἄκουσα καὶ μὴ βουλομένη, ἐπιστασίᾳ ἀθρόᾳ ἐσηκοῦντο τὰ ἱμάτια αὐτῆς, καὶ ἐδείκνυε τὸ ἐαυτῆς αἰδοῖον. Ὁμοίως δὲ καὶ αἱ ἔχουσαι ἄνδρας, ἐὰν λαθραίως ἐμοιχεύοντο· τοῦτο καὶ ἐπ´ αὐταῖς ἐγένετο, καὶ οὔτως ἀπηλέγχοντο. Καὶ ἐθαύμαζον πάντες, καὶ ἐπίστευον τῇ γενομένῃ πορνείᾳ· ἐκεῖναι γὰρ παρευθὺς ὡμολόγουν. Ἡ δὲ γυναικαδέλφη Ἰουστίνου τοῦ ἀπὸ κουροπαλατῶν συνέτριψε τὴν στήλην διὰ τὸ καὶ αὐτῆς τὸ αἰδοῖον φανῆναι μοιχευθείσης, καὶ διερχομένης ἐκεῖσε ἐφ´ ἴππῳ ἐν τῷ λούματι τῶν Βλαχερνῶν διὰ ὰ τὸ ἐξαίσιον ὄμβρον γενέσθαι καὶ μηκέτι δύνασθαί τινα περιπατεῖν πλὴν ἐν τοῖς βασιλικοῖς δρό μωσιν.

---

Pseudo-Codinus Hist., Patria Constantinopoleos. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003762.
