# Patria Constantinopoleos 268

Pseudo-Codinus, Patria Constantinopoleos, 268. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-codinus-hist/patria-constantinopoleos/268
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-codinus-hist/patria-constantinopoleos/268

Καὶ Καισαρείας καὶ Τράλης καὶ Σάρδης καὶ Μωκισσοῦ, καὶ ἀπὸ Σεβαστείας καὶ Σατάλων καὶ ΚΧαλδείας καὶ Ἀντιοχείας τῆς μεγάλης καὶ Κύπρου, καὶ ἀπὸ Κρήτης καὶ Ῥόδου καὶ Χίου καὶ Ἀτταλείας καὶ Σμύρνης καὶ Σελευκείας καὶ ἀπὸ Τυάνων καὶ καὶ Ἰκονίου ἀπὸ Βιθυνῶν Νικαίας καὶ ἀπὸ Σικελίας. Καὶ ἀπὸ πασῶν τῶν πόλεων ἀνατολῆς τε καὶ δύσεως ἥκασι διάφοροι στῆλαι καὶ θεάματα παρὰ τοῦ μεγάλου Κωνσταντίνου, ἃ καὶ ἐτέθησαν καὶ ἐστηλώθησαν. Ἀρτέμιδος ἡ στήλη ἐν τῷ ἱππικῷ ἐστιν, ἔνθα οἱ παλαίοντες δοκιμάζονται. Ο δὲ τέσσαρες κεχρυσωμένοι ἵπποι, οἱ ὕπερθεν τῶν καγκέλλων ὁρώμενοι, ἐκ τῆς Χίου ἥκασιν ἐπὶ Θεοδοσίου τοῦ μικροῦ. Ἐν τῷ περιπάτῳ τῶν δύο μερῶν ἔφιπποι στῆλαι καὶ πεζαὶ Γρατιανοῦ καὶ Οὐαλεντινιανοῦ καὶ Θεοδοσίου καὶ τοῦ κυρτοῦ Φιρμιλιανοῦ πρὸς γέλωτα ἕστησαν, Αἰ δὲ γεννῶσαι θῆρας καὶ ἀνθρώπους ἐσθίουσαι ἐν τῷ Ἱπποδρομίῳ. ἡ μὲν μία ἐστὶν Ἰουστινιανοῦ τοῦ τυράννου, δηλοῦσα τὴν ἱστορίαν τῶν δευτέρων αὐτοῦ πράξεων· ἡ δὲ ἑτέρα, ἐν ᾗ καὶ πλοῖον ὑπάρχει, οἱ μὲν λέγουσιν ὅτι ἡ Σκύλλα ἐστὶν ἡ ἐκ τῆς Χαρύβὸεως ἐσθίουσα τοὺς ἀνθρώπους, καὶ ἔστιν ὁ Ὁδυσσεὺς ὃν κατέχει ἐν τῇ χειρὶ ἐκ τῆς κορυφῆς. Ἔτε. ροι δὲ λέγουσιν ὅτι ἡ γῆ καὶ ἡ θάλασσα καὶ οἱ ἑπτὰ αἰῶνες εἰσιν οἱ ἐσθίοντες καὶ ἐσθιόμενοι, οἱ δὲ κατακλυσμὸν, ὁ περιὼν δὲ ὁ ἕβδομος οὗτος αἰών. Ἡ δὲ καθεζομένη εἰς τὸ σελλίον οἱ μὲν Βηρῖναν τὴν γυναῖκα τοῦ μεγάλου Λέοντος εἶναί φασιν, οἱ δὲ Ἀθηνᾶν ἐξ Ἑλλάδος ἐλθοῦσαν. Ἡ δὲ ὕαινα ἀπὸ τῆς μεγάλης Ἀντιοχείας ἤχθη ὧσὸ τοῦ μεγάλου Κωνσταντίνου. Τὰ δὲ λοιπὰ ἀγάλματα τοῦ Ἰππικοῦ τά τε ἄῤῥενα καὶ τὰ θήλεα, καὶ οἱ διάφοροι ἴπποι, καὶ τῶν καμπτήρων οἱ λίθινοι κονες, καὶ οἱ χαλκοῖ ὀβελίσκοι τῶν καμπτήρων, καὶ αἱ ἱστορίαι τοῦ μονολίθου, καὶ αἱ ἡνιοχευτικαὶ στῆλαι σὺν ταῖς βάσεσιν αὐτῶν ταῖς ἐνιστόροις, καὶ τῶν περιπάτων οἱ κίονες μετὰ τῶν κεφαλῶν καὶ ποδίσκων αὐτῶν, καὶ τῶν ἐν σφενδόναις στηθέων καὶ συστρεμμάτων καὶ σκαλίων καὶ σολεῶν, ὁπόθεν ἐκεῖσε, εὐρίσκεται γραφή. Καὶ ἐξαίρετον εἰς τὰς χαλκᾶς πύλας τῶν ἐσχάτων ἡμερῶν καὶ τῶν μελλόντων εἰσὶ πᾶσαι αἱ ἱστορίαι, ἂς ἐστηλώσατο Ἀπολλώνιος ὁ Τυανεὺς εἰς μνήμην τῶν ἐντυγχανόν. των διὰ τὸ ἀνεξάλειπτον εἶναι. Ὁμοίως καὶ ἐπὶ πάσης τῆς πόλεως τὰ ἀγάλματα ἐστοιχειώσατο

---

Pseudo-Codinus Hist., Patria Constantinopoleos. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003762.
