# Patria Constantinopoleos 270

Pseudo-Codinus, Patria Constantinopoleos, 270. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-codinus-hist/patria-constantinopoleos/270
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-codinus-hist/patria-constantinopoleos/270

Ἢσαν δὲ οἱ φιλόσοφοι κατονομαζόμενοι οὖτως· Κράνος, Κάρος, Πέλοψ, Νέρουας, Σιλβανὸς, Ἀπέλλης καὶ Κύρβος. Ἱππεύοντος δὲ τοῦ βασιλέως, καὶ αὐτῶν ὁρώντων καὶ θαυμαζόντων, ἔφη ὁ βασιλεύς· «Τί ὁρῶντες θαυμάζετε;» ἀποκριθεὶς δ´ ἐκ τούτου ὁ Ἀπέλλης εἶπεν· «Θαυμάζομεν, ὧ βασιλεῦ, ὅτι τῶν Ὀλυμπίων ἀλλασσομένων Ἵπποι γενήσονται ἀνθρώπων ἐπιβάται.» Νέρουας ἔφη· «Κακὸν τῇ βασιλίδι τῶν πόλεων, ὅτι τῷ στοιχείῳ τῆς τύχης στοιχεῖον συντρέχει.» Σιλβανὸς τὸ ὀκλάζον ζώδιον ἰδὼν ἔφη· «Τοῦτο δηλοῖ ὅτι ἔσονται καιροὶ ἀγόνατοι.» Ὁ δὲ Κύρβος καὶ πρὸς τὸν δῆς μον ἰδὼν, «Ὦ δῆμε,» ἔφη, «δι´ οὗ δήμιοι περισσεύουσιν.» Ὁ δὲ Πέλοψ ἰδὼν τοὺς ὅρους τῶν ἴππων ἠρώτησε τίνος τὸ πρόβλημα· τινῶν δὲ, Θεοδοσίου, εἰπόντων, ἐκεῖνον φάναι· «Ἡ φιλόσοφος ἄκυρος ἢ βασιλεὺς οὐκ ἀληθής.» Ἑώρα Κάρος θηλύμορφόν τι ζώδιον τετραμερέσι ζωδιακοῖς γράμμασι γεγραμμένον, καὶ εἶπεν· «Ὦ τετραπέρατε, ὅτι ἐκ σοῦ κομψοὶ καὶ ἀπείρατοι ἔσονται.» Κάρος δὲ καὶ αὐτὲς προτραπεὶς λαλῆσαι εἶπε· «Δυστυχῆ μοι τὰ πάντα φαίνεται· εἰ γὰρ ταῦτα τὰ στοιχεῖα, ὡς πειρῶνται, ἀληθεύουσιν, ἵνα τί ἡ πόλις διὰ τούτων δοκεῖ συνίστασθαι;» Καὶ ἐπὶ Ἀναστασίου τοῦ μεγάλου βασιλέως ὁ Ἀσκληπιόδωρος ἰδὼν τὸ ζώδιον τὸ μέγα τὸ ἐν

---

Pseudo-Codinus Hist., Patria Constantinopoleos. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003762.
