# Patria Constantinopoleos 276

Pseudo-Codinus, Patria Constantinopoleos, 276. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-codinus-hist/patria-constantinopoleos/276
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-codinus-hist/patria-constantinopoleos/276

Ἀθηνᾶς, ἀπὸ τοῦ πλευροῦ τὸν Ἱέρωνα φιλόσοφον μαντευόμενον ἔχουσα. Οὐκ ὀλίγαι δὲ Χριστιανῶν · καὶ δέον ἐκ τῶν πολλῶν ὀλίγων ἐπιμνησθῆναι, Κωνσταντίνου τοῦ μεγάλου καὶ Κώνσταντος καὶ Γάλλου καὶ Θεοδοσίου καὶ Ἰουλιανοῦ Καίσαρος, καὶ Ἀτέρου Ἰουλιανοῦ ἐπάρχου, Λικινίου Αὐγούστου, θύαλεντινιανοῦ, καὶ Θεοδοσίου, καὶ Ἀρκαδίου τοῦ υἱοῦ αὐτοῦ καὶ Σεραπίωνος ὑπάτου, καὶ Ἑλένης τῆς μητρὸς Κωνσταντίνου τρεῖς, ἡ μὲν μία πορφυρᾶ διὰ μαρμάρων, ἑτέρα διὰ ψηφίδων ἀργυρῶν ἐν χαλκῷ κίονι, καὶ ἡ ἄλλη ἐλεφαντώδης, Κύπρου ῥητὸς προσενέγκαντος. Ὁ Μαναϊμ στρατηγὸς μετὰ τὸ νικῆσαι τοὺς Σκύθας κατὰ κράτος στήλῃ ἠξιώθη τιμηθῆναι ἐν τῷ καλουμένῳ Ὠρείῳ, ὅ τινες καὶ Μόδιον καλοῦσιν. Ἠν δὲ καλὸν ὡρολόγιον, ἔνθα νῦν ἵστανται κίονες καὶ ἀψίς πρὸς τὸν λεγόμενον οἶκον Κρατεροῦ· ἔνθα ἵστατο καὶ μόδιος χαλκοῦς καὶ ὡρεῖον καὶ δύο χεῖρες χαλκαῖ ἐπὶ ἀκοντίων. Τὸν δὲ μόδιον δέον ἐστὶ μὴ παραδραμεῖν ἡμᾶς, ὅτι ἐπὶ Οὐαλεντινιανοῦ ἐτυπώθη· τότε γὰρ καὶ ἀρχὴ μοδίων ἐπὶ τῶν ἐν Κωνσταντινουπόλει οἰκούντων ἀνηρευνήθη· τοῦτο τοῦ ἀργυροῦ ππώσαντος, Ἄργυρος δὲ ἀπ´ ἀρχῆς ἐτυπώθη τὸ νόμισμα. Τοῦτο δὲ καὶ Θεοδώρητος διασαφεῖ τρανότατα. Αἱ δὲ χαλκαῖ χεῖρες ἔκτοτε ἄνωθεν προετυπώθησαν. Τοῦ βασιλέως τὸ κουμούλιον μόδιον νομοθετήσαντος, μὴ ἀντερεῖν δὲ τοῖς ναυτιῶσι προστάξαντος, ἐν τῷ κατωγέῳ μοδίῳ τὴν δεξιὰν χεῖρα ἀπώλεσεν· ὅθεν καὶ ἐτυπώθησαν αἱ χεῖρες τοῖς λαμβάνουσι καὶ τοῖς διδοῦσιν, ἀμφότερα ἐκτῶν προτεταγμένων μὴ ἀγανακτεῖν. Ἔνθα τοῦ αὐτοῦ Βαλεντινιανοῦ στήλη ἵστατο εἰς τὴν ἀψίδα, ἔξαμον ἀργυροῦν τῇ δεξιᾷ κατέχουσα, ὅ καὶ ἡρπάγη εἰς πάκτον παρὰ τοῦ πρωτίκτορος ὑποχωρίου, ἐν τῆ δευτέρᾳ ἀρχῇ Ἰουστινιανοῦ τοῦ ῥινοτμήτου. Μενάνδρου μάντεως στήλη ἐπηνέχθη ἐν τῇ πόλει, καὶ ἔστη ἐπὶ τὸν Ἀρτοτυριανὸν οἶκον, ἢ εἰς τὸ ἀρτοπωλεῖον.

---

Pseudo-Codinus Hist., Patria Constantinopoleos. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003762.
