# Patria Constantinopoleos 278

Pseudo-Codinus, Patria Constantinopoleos, 278. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-codinus-hist/patria-constantinopoleos/278
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-codinus-hist/patria-constantinopoleos/278

καὶ τρεῖς ἐν τοῖς μέρεσι τοῦ ἁγίου Μάμαντος ἀπηνέχθησαν· αἱ δὲ λοιπαὶ σώζονται Ἡδὲ τύχη τῆς πόλεως ἵστατο χαλκῆ μετὰ μοδίου ἐν τῇ ἀνατολικῆ ἀψῖδι τοῦ φόρου, ἣν Μιχαήλ ὁ Ῥαγκαβὲ παρὰ τοῦ βασιλέως κελευσθείς ἐχειπησεν, ἵνα μὴ ἰσχύωσι τὰ δημοτικὰ μέρη ἐπανίστασθαι κατὰ βασιλέων. Ἐν τῷ φόρω ὁ σταυρὸς ὁ μέγας γράφει· «Ἄγιος, ἄγιος, ἅγιος.» Οὖτος δέ ἐστιν ἀντίτυπος οὗ ἐθεάσατο ὁ μένας Κωνσταντῖνος ἐν τῷ οὐρανῷ. Οἱ δὲ χρυσέμβαφοι υἱοὶ αὐτοῦ εἰσίν. Καὶ ἐν τοῖς εὐωνύμοις μέρεσι πλησίον τῆς μεγάλης στήλης ἐλέφας χαλκοῦς ἵστατο, ἔνθα καὶ παράδοξον ἐδείχθη θέαμα. Σεισμοῦ γάρ ποτε γεγονότος καὶ πεπτωκότος αὐτοῦ, καὶ τοῦ ἑνὸς τῶν ὄπισθεν ποδῶν κατεαγότος, οἱ ταξεῶταιθος γὰρ ἦν παρ´ αὐτῶν τὸν φόρον φυλάττεσθαι συνδραμόντες τοῦ ἐγεῖραι τὸν ἐλέφαντα εὐρον ἔσωθεν αὐτοῦ ἀνθρώπου ὀστᾶ ἀνελλιπῆ ὅλου τοῦ σώματος, καὶ πυξίον μικρὸν, ἐν ᾧ γέγραπτο· «Ἀφροδίτης παρθένου ἱερᾶς οὐδὲ θανοῦσα χωρίζομαι.» Ὁ δὲ ἔπαρχος εὔνους τοῦ βασιλεῖ καὶ τῇ πόλει τυγχάνων, λαβὼν ὅλον τὸ τοιοῦτον ζώδιον, εἰς προσθήκην τῷ δημοσίῳ νούμια ἐχάραξεν. Ἀλλὰ καὶ χοῖρος ἵστατο ἄνωθεν τῶν κατὰ συστάδην ἱσταμένων κεόνων, σημαίνων τήν κραυγὴν τῆς πανηγύρεως, καὶ γυμνὴ στήλη πλησίον αὐτοῦ, σημαίνουσα τὸ ἀναίσχυντον τῶν πωλούντων καὶ τῶν ἀγοραζόντων. Συστημάτια δὲ ἵστανται μέσον τοῦ φόρου ἔνζωδα ἐπὶ κιόνων, ἐν οἷς δηλοῦνται ἐν ἱστορίαις τὰ μέλλοντα γενήσεσθαι ἐν τῇ πόλει. Ταῦτα Ι. ἰ. Β. Βδὲ

---

Pseudo-Codinus Hist., Patria Constantinopoleos. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003762.
