# Patria Constantinopoleos 281

Pseudo-Codinus, Patria Constantinopoleos, 281. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-codinus-hist/patria-constantinopoleos/281
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-codinus-hist/patria-constantinopoleos/281

καὶ τὸν μὲν ἅγιον Μηνᾶν καθὼς ἦν εἴασεν, ἐκδιώξας δὲ τὰ ἀγάλματα ἐπωνόμασε τὸν ναὸν οὔτως. Τὴν δὲ τελείαν αὐτοῦ οἰκοδομὴν ἐποίησεν μετὰ χρόνους ρξθ´ Πουλχερία καὶ Μαρκιανὸς, σὺν τοῖς προαστείοις καὶ ἱεροῖς σκεύεσι. Τοῦ δὲ ἁγίου Μω. κίου ὑπάρχοντος ἄλλα δύο μήκη μείζονος παρ´ ὅ ἐστι νῦν, ἐξέκοψε τὸ διμόριον τοῦ ναοῦ ὁ μέγας Κωνσταντῖνος, καὶ ἀνήγειρε τὸ θυσιαστήριον. Διότι δὲ ἀνῃρέθη ὁ ἅγιος Μώκιος ἐκεῖσε, τούτου χάριν ἀνήγειρε καὶ τὸν ναὸν ὡς ἴδιον αὐτοῦ, καὶ τὸ σῶμα αὐτοῦ ἐκεῖσε ἔφερεν, ὅπερ κεῖται ὑποκάτω τοῦ θυσιαστηρίου. Ἐν δὲ ταῖς ἡμέραις Θεοδοσίου τοῦ μεγάλου ἐξωρίζοντο οἱ Ἀρειανοὶ ἀπὸ τῆς μεγάλης ἐκκλησίας, καὶ ἐλθόντες πάλιν κατῴκησαν ἐν τῷ ναῷ τοῦ ἁγίου Μωκίου, καὶ παρεκάλουν τὸν βασιλέα κατοικεῖν αὐτοὺς ἐκεῖσε, καὶ γέγονε· καὶ τὐθὺς ἀνεγείρουσι τὸν ναὸν οἱ Ἀρειανοὶ, καὶ δοξά. ζεται παρ´ αὐτῶν ἔτη ζʹ, καὶ πίπτει λειτουργούντων αὐτῶν ἐν τῷ ἑβδόμῳ ἔτει, ὅτε καὶ Ἀρειανοὶ ἀπεκ τάνθησαν πολλοί. Ἐν δὲ ταῖς ἡμέραις Ἰουστινιανοῦ τοῦ μεγάλου ἀνεγείρεται ὁ αὐτὸς ναὸς καὶ ἵσταται μέχρι τῆς σήμερον, Κωνσταντῖνος ὁ μέγας ἀνήγειρε τὴν ἀγίαν Εἰρήνην τὴν παλαιὰν, καὶ τὴν ἁγίαν Σοφίαν δρομικὴν, καὶ τὸν ἅγιον Ἀγαθόνικον, καὶ τὸν ἅγιον Ἀκάκιον τὸν ἑπτάσκαλον. Τοὺς δὲ ἁγίους ἀποστόλους ἔκτισεν ἡ μήτηρ αὐτοῦ σὺν αὐτῷ, δρομικὸν ξυλόστεγον ποιήσασα, καὶ μνημεῖα τῶν βασιλέων, ὧν ἐντὸς κεῖται μετὰ τῆς μητρὸς αὐτοῦ καὶ οὗτος. Τὴν μονὴν τῆς Βεθλεὲμ ἔκτισεν ἡ ἁγία Ἐλένη, καὶ τὰ Γάστρια. Καλοῦνται δὲ οὕτως, διότι κομίσασα ἀπὸ Ἱερουσαλὴμ τὸν τίμιον σταυρὸν εἰσήγαγεν αὐτὸν διὰ τῆς πόρτης τοῦ ἀμάθου, καὶ τὰ εὐρεθέντα ἐκεῖσε ἐπάνω τοῦ σταυροῦ κρίνα τε καὶ φύλλα καὶ βασιλικὰ καὶ τριακοντάφυλλα καὶ κάστους καὶ σάμψυχα καὶ βάλσαμα ἐφύτευσεν εἰς γάστρας πρὸς τὸ διασωθῆναι. Ἐκεῖσε δὲ ἀπληκεύσασα ὠνόμασε τὸν τόπον Γάστρια, καὶ μονὴν ἀνήγειρεν. Τοῦ δὲ Ψαμάθου τὰ παλάτια καὶ τὸ γηροκομεῖον ἐκτίσθησαν καὶ αὐτὰ παρὰ τῆς ἀγίας Ὑλένης. Ὁμοίως καὶ ὁ ἅγιος Θεόδωρος τὰ Κλαυδίου. Τὸν δὲ ἅγιον Ἰουλιανὸν ἀνήγειρεν Οὐρβίκιος ὁ παριστάμενος εἰς τὰ κτίσματα ἐξ οἰκείων ἐξόδων, ἐν ᾧ καὶ ἦσαν ἄπληκτα τῶν Ῥωμαίων. Εἰς τὸ καλούμενον Ἀλωνίτζιον, τὸ πλησίον τοῦ Ταύρου, παλάτια ἦσαν χερσαῖα, παρὰ τοῦ μεγάλου Κωνσταντίνου κτισθέντα πρὸς τὸ ἀπληκεύειν τοὺς

---

Pseudo-Codinus Hist., Patria Constantinopoleos. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003762.
