# Patria Constantinopoleos 282

Pseudo-Codinus, Patria Constantinopoleos, 282. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-codinus-hist/patria-constantinopoleos/282
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-codinus-hist/patria-constantinopoleos/282

προκρίτους τῶν Ῥωμαίων. Ἐν οἷς καὶ Θεοδόσιος ὁ μέγας, πένος ὤν καὶ ἀνελθὼν ἑν Κωντταντινοι-ό. λει, ἔξω τοῦ παλατίου ἠπλήκευσεν εἰς τὰ Ῥουφίνου τοῦ σκυτοτόμου, εἰς τὴν βάσιν τοῦ κίονος τοῦ Ταύρου. Ὁ δὲ αὐτὸς Ῥουφῖνος ἔσχατος ἐγένετο παρὰ Θεοδοσίου μάγιστρος, ὃς ἔκτισε τὰς Ῥουφινιανάς. Τὰ δὲ Μάγγανα ὁ μέγας Κωνσταντῖνος ἔκτισε λόγῳτῶν βασιλικῶν ἐργοδοσίων· ἐκλήθη δὲ Μάγγανα διὰ τὸ τὰ μάγγανα πάσης τῆς πόλεως καὶ τὰς μηχανικὰς ὕλτς ἐκεῖσε ἀποκεῖσθαι, καὶ τὰ πρὸς τὴν τειχομαχίαν σκεύη. Τὴν ἁγίαν Εὐφημίαν τὴν πανεύφημον, τὴν ἐν τῷ Ἱπποδρομίῳ, ὁ αὐτὸς μέγας Κωνσταντῖνος ἔκτισε, κοσμήσας τὸν ναὸν διὰ πολυτελοῦς ὕλης. Μετὰ δὲ υμη ἔτη ὁ μισόθεος Κωνσταντῖνος ὁ Κοπρώνυμος ἀρμαμέντα καὶ κοπροθέσιον αὐτὸν ἐποίησε, καὶ τὸ λείψανον τῆς ἁγίας σὺν τῇ λάρκανι εἰς τὸν βυθὸν τῆς θαλάσσης κατέῤῥιψεν. Μετὰ δὲ χρόνους λζʹ Εἰρήνη ἡ εὐσεβεστάτη Αὐγούστα ἡ Ἀθηναία τοῦτον πάλιν ἀνφκοδόμησε, καὶ τὸ ἅγιον λείψθανον ἐν Λέσβῳ εὑροῦσα ἀνεκόμισε. Μέλλων κτίσαι τὴν πόλιν ὁ μέγας Κωνσταντῖνος καὶ πῆξαι τὸ θεμέλιον κατὰ τὴν παρ´ αὐτοῦ γενομένην σχηματογραφίαν, πεζὸς ἐξῆλθε μετὰ τῶν μεγιστάνων αὐτοῦ. Ἐλθόντος δὲ αὐτοῦ εἰς τὸν φόρον, ἔλεξαν αὐτῷ οἱ ἄρχοντες αὐτοῦ· «Ἐνταῦθα ποίησον τὸ τέλος τοῦ τείχους.» Ἐκεῖνος δὲ ἕφη· «Ἔως οὖ στῇ ὁ προαγωγός μου, ἐκεῖσε πληρώσω·» μόνος γὰρ ἐκεῖνος ἑώρα τὸν ἄγγελον προπορευόμενον αὐτοῦ. Ἀπελθὼν οὐν μέχρι τοῦ Ἑξωκιονίου πεζὸς μετὰ πάσης τῆς συγκλήτου, ἐκεῖσε ἐθεάσατο τὸν ἄγγελον τὴν ῥομφαίαν πήξαντα καὶ μηνύσαντα ἕως ἐκεῖ στῆναι αὐτόν. Διὰ γοῦν τοῦτο ἔπηξεν ἕως ἐκεῖσε τὸ τεῖχος, καὶ ἔστι μέχρι τοῦνῦν τὸ σχῆμα αὐτοῦ. λέγουσι δὲ περὶ τοῦ φόρου ὅτι εἰς μίμησιν τοῦ Ὡκεανοῦ ἐκτίσθη κυκλοειδὴς, καὶ ψεύδονται οἱ τοῦτο λέγοντες· τὴν γὰρ αἰτίαν τοῦ σχήματος τούτου ἤδη προλαβόντες εἴπομεν. Ἐκεῖσε δὲ ἦν καὶ ὡρολόγιον χαλκοῦν, ὅπερ ἤχθη ἀπὸ Κυζόκου. Εὑρὼν δὲ ὁ μέγας Κωνσταντῖνος τὰς φυλακὰς τοῦ Βυγαντίου εἰς τὸ Στρατήγιον, ἐκεῖσε καὶ αὐτὸς τοὺς κατακρίτους ἐφρούρει. Διήρκεσαν δὲ χρόνους

---

Pseudo-Codinus Hist., Patria Constantinopoleos. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003762.
