# Patria Constantinopoleos 289

Pseudo-Codinus, Patria Constantinopoleos, 289. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-codinus-hist/patria-constantinopoleos/289
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-codinus-hist/patria-constantinopoleos/289

εἴληφε τῆς Σοφίας. Μέσον δὲ τοῦ λιμένος ἀνήγειρε τέσσαρας κοίνας, ἐφ´ ὧν ἔστησε τάσδε τὰς στήλας, ἑαυτῆς τε καὶ Ἀραβίας τῆς ἀνεψιᾶς αὐτῆς Ιγ καὶ Ἰουστίνου τοῦ ἀνδρὸς αὐτῆς καὶ Ναρσῆ τοῦ ἐκεῖσε παρισταμένου. Ἐξ ὧν αἱ δύο ἀφῃρέθησαν παρὰ Φιλιππικοῦ. Εἶχον δὲ γράμματα τῶν μελλόντων. Μετὰ δὲ τὸ κτισθῆναι τὴν πόλιν σύβʹ χρόνων διελθόντων ἐκτίσθη ὁ τοιοῦτος λιμήν, Τὸ λεγόμενον Βύκινον οὕτως ἐκλήθη Τὸ παλαιὸν γὰρ σάλπιγγες ἦσαν χαλκαῖ ἐπάνω τοῦ τείχους, ὁ δὲ πύργος ἦν κοῦφος καὶ συριγγώδης, καὶ νότου γεγονότος ἢ βοῤῥᾶ σφοδροῦ καὶ τῶν κυμάτων τῷ τείχει προσκρουόντων ἀνήρχετο τὰ πνεύματα βίαια ἄνωθεν πρὸς τοὺς αὐλίσκους τῶν σαλπίγγων, καὶ ὑπηχεῖτο μέλος ξενίζον ἀκοὰς, ὅλον σειρήνιον. Ἡν δὲ ἄντικρυ τούτου καὶ ἕτερος πύργος, καὶ δεχόμενος τὴν ἠχὼ τοῦ τοιούτου μέλους ἀπεδίδου καὶ αὐτὸς ἦχον τὸν αὐτόν. Ὅτε δὲ ἤθελε κινῆσαι Ῥωμαϊκὸς στόλος, ὁμοῦ πρῶτον ἐκεῖσε ἠθροίζετο, καὶ κατὰ τὸν ἦχον τῶν πύργων ἐσάλπιζον αἱ νῆες καὶ ἀπεκίνουν. Τὰ δὲ καλούμενα Ὁρμίσδου λιμὴν ἐτύγχανε μικρὸς, ἐν ᾧ ὥρμουν αἱ νῆες πρὸ τοῦ κτισθῆναι τὸν λιμένα τῶν Σοφιῶν. Ἐκ δὲ τῶν πολλῶν χρόνων ἀμεληθεὶς ἐγεμίσθη. Ἐκεῖσε δὲ Ἰουστινιανὸς ὁ μέγας κατῴκει πρὸ τοῦ βασιλεῦσαι. Ἀπὸ δὲ τοῦ κτίσαντος αὐτὸν Ἰουλιανοῦ εἴληφε τὴν ἐπωνυμίαν, καὶ καλεῖται Ἰουλιανοῦ λιμήν. Τὸν ἄγιον Πλάτωνα Ἀναστάσιος ὁ δίκορος ἔκτισεν, ἐναρχομένου ἤδη τοῦ ἑβδόμου αἰῶνος. Τοὺς δὲ κίονας τοὺς δέκα, τοὺς ἐνζώδους γλυπτοὺς, ἔφερεν ἐπὸ Θεσσαλονίκης εἰς τὸν ναὸν, ὧν οἱ μὲν ὀκτὼ ἵσταντει ἐν τῷ ναῷ, οἱ δὲ δύο ἤρθησαν παρὰ Ῥωμανοῦ βασι λέως τοῦ Λεκαπηνοῦ καὶ ἐτέθησαν εἰς τὴν Χαλκῆν. Εἰς δὲ τὴν καλουμένην Διηγηστέαν Ἀτέαν· Ἄνναν ἀθροίσεις ἐγένοντο πάλαι τῶν δύο δημοτικῶν μερῶν, καὶ τρίκλινος ἦν ἐκεῖσε παμμεγεθέστατος, καὶ ὅτἤθελον ποιήσασθαι οἷ δήμαρχοι ἐκλογὴν, ἐκεῖσε ἠθροίζοντο. Διήρκεσε δὲ χρόνους πεντακοσίους, Ῥεοδώρας δὲ τῆς Αὐγούστης τοῦ Θεοφίλου ἐγκύσυοὔσης, καὶ ἀπερχομένης διὰ τοῦ ἐμβόλου εἰς Βλαχέρνας, καὶ τοῦ ἵππου αὐτῆς ἐκεῖσε ὀλισθήσαντος

---

Pseudo-Codinus Hist., Patria Constantinopoleos. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003762.
