# Patria Constantinopoleos 294

Pseudo-Codinus, Patria Constantinopoleos, 294. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-codinus-hist/patria-constantinopoleos/294
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-codinus-hist/patria-constantinopoleos/294

ἔφθειρεν αὐτὴν ὁ Κοπρώνυμος, δοὺς αὐτῆῇ πλοῦτον κολύν. Ἰππικοῦ δὲ ἀγομένου ἔκραξεν ὁ δῆμος· Ἀγάθη ἐγήρασε, σὺ δὲ αὐτὴν ἀνενέωσας.» Ην δὲ ἐν τῷ κρυπτῷ σεβομένη τὰς ἁγίας εἰκόνας. Πληρωθέντος δὲ τοῦ γηροκομείου ὁ θεοστυγὴς Κοἀρώνυμος ἀθροίσας τὰς εἰκόνας κατέκαυσεν ἐκεῖ. Ὁῆὲ ἅγιος Ἰουλιανὸς ὁ καλούμενος Πέρδιξ καὶ οἱ καθήμενοι ἐκεῖσε μοναχοὶ, σεβάσμιοι ὄντες καὶ ὅσιοι, διὰ τὸ μὴ κοινωνεῖν τῆς μυσαρᾶς θρησκείας τοῦ Κοπρωνύμου κατεκαύθησαν παρ´ αὐτοῦ ἅμα τῷ ναῷ. Ὁ δὲ μόλιβδος ἀναλύσας κατῆλθε μέχρι τοῦ αἰγιαλοῦ τῶν Σοφιῶν. Ἐκλήθη δὲ Πέρδιξ, ὅτι ἵστατο πέρδιξ χαλκοῦς εἰς μίαν τῶν καμαρῶν, στηλωθεὶς παρὰ τοῦ μεγάλου Κωνσταντίνου, Τα δὲ καλούμενα Ἀντιόχου οἶκος ἦν Ἀντιόχου τοῦ πατρικίου καὶ πραιποσίτου καὶ βαΐούλου Ἀρκαδίου τοῦ βασιλέως, πολλὰς ἐπ´ αὐτοῦ ἀρχὰς διανύσαντος. Πλούσιος δὲ γενόμενος σφόδρα πένης ἰτελεύτησε διὰ τὸ ἄδικον καὶ ἐπιβαρὺν γενέσθαι καὶ δλιον. Ὁ δὲ ἅγιος Ἡσαΐας καὶ ὁ ἅγιος Λαυρέντιος ἐκτίσθησαν παρὰ Μαρκιανοῦ καὶ Πουλχερίας τῶν ὁοιδίμων βασιλέων, ὅτε ἤχθη καὶ τὸ ἅγιον σῶμα Ἡσαΐου τοῦ προφήτου ἀπὸ Ἰερουσαλήμ. Τα δὲ καλούμενα Δεξιοκράτους οἶκος ἦν Πατρικίου οὕτως καλουμένου ἐν τοῖς χρόνοις Θεοδοσίου τοῦ μικροῦ, ἐν ᾧ ναὸν καὶ γηροκομεῖον ἐδείματο · Τὰ Καριανοῦ καὶ τὸν ναὸν καὶ τὸ γηροκομεῖον Καυρίκιος ὁ βασιλοὺς σὺν τῷ ἐμβόλῳ ἀνήχειρεν. Οἶκος δὲ ἦν πρότερον ἐκεῖσε Καριανοῦ πατρικίου, ἐξοῦ καὶ προσηγορεύθη ὁ τόπος. Τὸν ναὸν τὸν μέγαν τῶν Βλαχερνῶν Μαρκιανός καὶ Πουλχερία ἀνήγειραν, κοσμήσαντες αὐτὸν Ἀὰ πολυτελῶν μαρμάρων καὶ ποικίλων. Βλαχέρναι δὲ ἐκλήθη τοιῷδε τρόπῳ ἢ ὅτι βλάχνα ἦσαν ἐν αὐτῷ τῷ τόπῳ καὶ ἐκόπησαν, καὶ οὕνως

---

Pseudo-Codinus Hist., Patria Constantinopoleos. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003762.
