# Patria Constantinopoleos 295

Pseudo-Codinus, Patria Constantinopoleos, 295. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-codinus-hist/patria-constantinopoleos/295
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-codinus-hist/patria-constantinopoleos/295

ἐκτίσθη ὁ ναὸς, ἢ ἐκλήθη Λακέρνα καὶ Εαχέρνα, ὅτι λακκώδης ἦν ὁ τόπος, καὶ διὰ τὸ εἶναι ἐν αὐτῷ πολλὰ ὕδατα, ἢ ὅτι Βλάχου τινὸς κέρμα ἦν ἐκεῖσε. Τὴν ἀγίαν σορὸν τὸν ναὸν τῆς Θεοτόκου ἀνήγειρε Λέων ὁ Μακέλης, ἔνθα κατετίθετο τὴν ἰερὰν σορὸν, ᾗ ἡ θεία ἐσθὴς τῆς Θεομήτορος ἐν. πέκειτο. Ἐκεῖσε πολλὰ ἵχνη καὶ θαύματα γέγονεν, Οὖτος ἔκτισε καὶ τὸ λοῦμα καὶ ἐπεκύρωσε κτήματα πολλὰ καὶ σκεύη καὶ κειμήλια χρυσᾶ τε καὶ ἀργυρ ᾶ. Ἔξω δὲ τῆς πόρτας ἐτύγχανεν, ὑπὸ δὲ Ἰρακλείου περιεκλείσθη, πολλῶν γενομένων θαυμάτων καὶ ἰάσεων ἐν αὐτῷΤὸ Χρυσοβάλαντον οἶκος ἦν Νικολάου κατρικίου καὶ δομεστίκου τῆς ἀνατολῆς, ὃν ἀνήγειρεν εἰς ναοὺς δύο τοῦ Ἀρχιστρατήγου καὶ τοῦ ἁγίου Παντελεήμονος. Διὰ δὲ τρόπον τοιοῦτον ἀνήγειρεν αὐτούς. Τοῦ ῥηθέντος δομεστίκου ἐν τῶ ταέειδίῳ χρονίζοντος ἐμοιχεύετο ἡ γυνὴ αὐτοῦ. Εἶτα ὑπειαελθὼν ἐν τῇ πόλει, καὶ φωράσας τὸ δρώμενον μύσος, συλλαβὼν ἀμφοτέρους μεληδὸν κατέκοψεν, ὕστερον δὲ εἰς ἔννοιαν ἐλθὼν τοῦ φοβεροῦ κριτηρίου ἀνήγειρε τοῦσδε τοὺς ναούς. Περὶ δὲ τὸ τέλος ἐλθὼν τῶν κτισμάγον, καὶ ἀδημονῶν διὰ τὸ μὴ ἔχειν χρυσίον, ὥφθη αὐτῷ κατ´ ὄναρ ὁ Ἀρχάγγελος λέγων· «Ἄπελθε εἰς τόνδε τὸν τόπον, πλησίον τῆς τοῦ Ἄσπαρος κινστέρνης, καὶ εὐρήσεις βαλάντιον χρυσίου λίτρας ἔχον ἐκατόν.» Ὁ δὲ ἀπελθὼν καὶ εὑὐρὼν αὐτὸ ἀνεπλήρωσε τοὺς ναοὺς καὶ ἐκάλεσε τὸν τόπον, καθὰ γράφομεν, Χρυσοβάλαντον. Ἡ μονὴ τῆς ἀγίας Εὐφροσύνης, ἤτις λέγεται τὰ Λιβάδια, ἐκτίσθη παρὰ Εἰρήνης τῆς Ἀθη ναίας μικρὰ καὶ πενιχρά. Ὁ δὲ Μιχαὴλ ὁ υἱὰς Θεοφίλου τοῦ βασιλέως, οἰς ἔχθραν ἐλθὼν μετὴ Θεοδώρας τῆς ὀρθοδόξου τῆς μητρὸς αὐτοῦ καὶ τῶν ἀδελφῶν, κατεβίβασεν αὐτὰς ἀπὸ τοῦ παλατίου καὶ εἰσήγαγεν εἰς τὴν τοιαύτην μονὴν, καὶ μεγαλύνας καὶ κτήματα πολλὰ δωρησάμενος. Ἐκλήθη δὲ ΕὐΚφροσύνης ἀπὸ μιᾶς τῶν ἀδελφῶν αὐτοῦ Εὐφροσύνης τοὔνομα, καλῶς βιωσάσης καὶ ἀσκησάσης, Εἰς τὸ λεγόμενον Δεύτερον ἐν τῶ κονι ἵστατο στήλη Ἰουστινιανοῦ τοῦ Ῥινοτμήτου. Ταύτην δὲ κατεβίβασε Βάρδας Καῖσαρ ὁ θεῖος Μιχαὴλ τοῦ υἱοῦ Θεοφίλου, καὶ συνέτριψεν. Ἐκλήθη δὲ ὁ τόπος τὸ Δεύτερον κατὰ τρόπον τοιόνδε. Λεοντίοι πατρικίου καταδυναστεύσαντος καὶ κρατήσαντος,

---

Pseudo-Codinus Hist., Patria Constantinopoleos. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003762.
