# Patria Constantinopoleos 296

Pseudo-Codinus, Patria Constantinopoleos, 296. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-codinus-hist/patria-constantinopoleos/296
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-codinus-hist/patria-constantinopoleos/296

ἐξόριστον ἔπεμψε τὸν Ἰουστινιανὸν εἰς Χερσῶνα, ὄστις ἐποίησε ἐκεῖ χρόνους δέκα. Φυγῇ δὲ μετὰ αῦτα χρησάμενος ἦλθεν εἰς Τέρβελιν τὸν ἀρχηγὸν τῶν Βουλγάρων, καὶ ἤγαγε τὴν θυγατέρα αὐτοῦ εἰς γυναῖκα, Θεοδώραν τοῦνομα. Ἔλαβε καὶ στρατὸν καρ´ αὐτοῦ, ἄνδρας πολεμιστὰς χιλιάδας ιε, καὶ ἐστράτευσε κατὰ τῆς πόλεως, ζητῶν τὴν οἰκείαν ἀρχήν. Μὴ δεχθεὶς δὲ παρὰ τῶν πολιτῶν ὑπέστρεψε πρὸς τὴν παλαιὰν καλουμένην πόρταν , καὶ εἰσῆλθε διὰ τοῦ ἀγωγοῦ, καὶ ἐξῆλθεν εἰς τὸν τόπον οὗ ἴσταται ὁ κίων· αὐτόθι γὰρ ἔχει τὴν διάπνοιαν ὁ ἀγωγός. Καὶ δεύτερον βασιλαύσας τὴν ἰδίαν ἀρχὴν τὴν στήλην ἑαυτοῦ ἔθετο ἐαὶ τοῦ κίονος, καὶ ἐκάλεσε τὸν τόπον Δεύτεοον Ἀνήγειρε δὲ καὶ τὸν ἐκεῖσε ναὸν τῆς ἁγίας Ἄν. νης διὰ τὸ εἶναι τὴν γυναῖκα αὐτοῦ ἔγκυον, καὶ ὀπτανθῆναι παρὰ τῆς ἀγίας εἰς τὸν τοιοῦτον τόπον κτίσαι αὐτῇ ναόν. Ἀλλὰ καὶ τὸ ἅγιον αὐτῆς σῶμα καὶ τὸ ὠμοφόριον ἐπὶ τούτου ἔθηκε. Τ δὲ Ξηροκήπιον ὁ ἅγιος Γρηγόριος ἐκτίσθη παρά τιος πατρικίου ἐν τοῖς χρόνοις τοῦ μεγάλου θιοδισίου, Τον ἀγιον Ῥωμανὸν ἡ ἁγία Ἑλένη ἔκτισε, καὶ κλησίον αὐτοῦ τὴν ἁγίαν σορὸν καὶ τὸ λείψανον κατίθετο τοῦ προφήτου Δανιὴλ καὶ τοῦ μεγάλου μάρτυρος Νικήτα καὶ ἐτέρων πολλῶν προφητων λαίψανα, ἅπερ ἤγαγε ἀπὸ Ἰερουσαλὴμ ἀπελθοῦσα ἀς ψηλάφησιν τοῦ τιμίου σταυροῦ. Λέγεται δὲ ὅτι αί ποιηταὶ τῶν κανόνων, ὁ ἅγιος λωσὴφ καὶ Θεόδωρος ὁ ἀδελφὸς αὐτοῦ ὁ Στουδίτης, διὰ τὸν φόβον φυγόντες τοῦ Συρογενοῦς Λέοντος τοῦ εἰκοτοκαύστου, ἐκεῖσε ἐκάθηντο καὶ ἐποίουν τοὺς κακόνκας. Πεντακόσια δὲ τη διῆλθον, ἀφ´ οὖ ἐκτίσθη ὁ ναὸς, μέχρι τῆς τῶν ῥηθέντων ποιητῶν κατοικίας. Ἀλλὰ καὶ τὴν μονὴν τῶν ἀγίων Κάρπου καὶ Παπύλου ἡ ἁγία Ἑλένη ἔκτισεν, εἰς μίμησιν τοῦ τάφου τοῦ Χριστοῦ, μετὰ ποικίλων καὶ θαυμαστῶν μαρμάρων, καὶ κτήματα πολλὰ ἐπεκύρωσε. Τὴν κινστέρναν τοῦ Βώνου Βῶνος ὁ μάγιστρος ἱκτισαν, ὁ οἱκεῖος ἄνθρωπος Ἡρακλείου, ὃν καὶ κατέλιπεν εἰς φυλακὴν τῆς πόλεως ἀντ´ αὐτου, ὅτε ἐξῆλθεν ἀπὸ τῆς πόλεως κατὰ Περσῶν. Τὴν δὲ Μωκισίαν Ἀἱναστάσιος ὁ Δίκορος ἔκτισεν. θα ἐὲ αὐτὴν ἔκτισεν, λεῖψις ἦν ἐν τῇ πόλει ὕδατος

---

Pseudo-Codinus Hist., Patria Constantinopoleos. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003762.
