# Patria Constantinopoleos 299

Pseudo-Codinus, Patria Constantinopoleos, 299. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-codinus-hist/patria-constantinopoleos/299
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-codinus-hist/patria-constantinopoleos/299

διελθόντων δέκα ἀνατραφεὶς ὁ ἐλέφας συνιβη καὶ αὖθις, ὡς ἔθος, ἀπάγεσθαι εἰς τὸ Ἱππικόν. Περὶ δὲ τὸν τόπον τοῦ μιλίου γενόμενος καὶ τοῦ ποτὲ τύψαντος αὐτὸν ἀναμνησθεὶς, καὶ ἰδὼν ἐν τῷ τραπεζίῳ καθεζόμενον καὶ γνωρίσας, ἀθρόως δραμὼν πρὸς αὐτὸν, καὶ ἐπιβρυχησάμενος ἔκρουσε μετὰ τοῦ ὁδόντος αὐτοῦ, καὶ ἔσχισεν εἰς μέσον ἄνθρωπον, καὶ ἐθαύμασι πᾶς τὸ φύσει μνησίκακον τοῦ θηρίου. Τὰ δὲ Κλαυδίου οἵκος ἦν Κλαυδίου πατρικίου καὶ κοιαίστορος ἐν τοῖς· χρόνοις Βασιλίσκου τοῦ βασιλέως. Τὰ δὲ κανικλείου οἵκος ἦν Θεοκτίστου μαγί. στρου καὶ ἐπὶ κανικλείου, τοῦ σφαγέντος εἰς κοῖλα τοῦ ἱπποδρομίου παρὰ Βάρὸα Καίσαρος τοῦ θείσι Μιχαήλ τοῦ Μεθυστοῦ. Τὸν τοῦ Ἐλευθερίου λιμένα ὁ μέγες Κωνσταντῖνος ἀνήγειρε, κτίζων τὴν πόλιν. Ἔλαβεν δὲ τὴν προσηγορίαν ταύτην ἀπὸ Ἐλευθερίου πατρικίου καὶ παρισταμένου εἰς τὸ κτίσμα. Ἵστατο δὲ ἐν τῷ αὐτῷ λιμένι στήλη μαρμάρινος Ἐλευθερίου, φέρουσα πτύον καὶ κόφινον. Ὁ δὲ βασιλεὺς Θεοδόσιος ὁ μικρὸς τὸν ἀναχωματισμὸν τοῦ κτισθέντος παρὰ´ αὐτοῦ κίονος ἑν τῷ Ταύρῳ χύσας ἐν αὐτῷ κατέχωσε, καὶ ἠφάνισε τὸν λιμένα πλακωτὸν ὄντα κάτωθιν καὶ βαθύτατον. Τὸν ἄγιον Παντελεήμονα Θεοδώρα ἡ γυνὴ τοῦ μαγάλου Ἰουστινιανοῦ ἀνήγειρε, διότι ὅτε ἦλθεν ἀπὸ Παφλαγονίας, ἐκεῖσε ἐν τῷ ἐμβόλῳ κατῴκει πένης οὗσα καὶ ἔρια νήθουσα, ἐξ ὧν εἶχε καὶ διατροφήν. Μετὰ δὲ τὸ βασλεῦσαι ἔκτισε τὴν πενιχράν ἐκείνην οἰκίαν εἰς ναόν. Τὰ Ναρσοῦ οἶκος ἦν Ναρσοῦ πατρικίου καὶ πραιποσίτου εὐνούχου ἐν τοῖς χρόνοις Ἰουστινιανοῦ τοῦ μεγάλου, καὶ μετετέθη εἰς ξενῶνα καὶ γηροκομεῖον παρὰ´ αὐτοῦ. Τὸν ἅγιον Πρόβον Τάραχον καὶ Ἀνδρόνικον ὁαὐτὸς Ναρσῆς ἀνήγειρε. Ὁ δὲ ἅγιος Θωμᾶς, ὁ τὰ Ἀμαντίου καλούμενος, οἶκος ἦν Ἀμαντίου παρακοιμωμένου ἐν τοῖς χρόνοις τοῦ Δικόρου. Κἀκεῖνος ναὶν ἀνήγειρεν. Ὕστερον δὲ πυρποληθέντα ὁ υἱὸς Βασίλειος ἀνήγειρεν. Τὴν μονὴν τοῦ Μαρτινάκου ἀνήγειρε Μαρτινάκης πατρίκιος ὁ θεῖος τῆς δεσποίνης Θεοφανοῦς ἐπ Μιχαὴλ τοῦ Μεθυστοῦ καὶ Βασιλείου Μακεθόνος.

---

Pseudo-Codinus Hist., Patria Constantinopoleos. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003762.
