# Patria Constantinopoleos 301

Pseudo-Codinus, Patria Constantinopoleos, 301. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-codinus-hist/patria-constantinopoleos/301
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-codinus-hist/patria-constantinopoleos/301

Συκελίαν. Ἀλλὰ καὶ ναὸν ἀνήγειρεν, ἐπεὶ οἶκος αὐτοῦ ἐνταῦθα ἦν. Μετὰ γοῦν τὸ σφαγῆναι τὸν ῥηθέντα βασιλέα ἐν Σικελίᾳ παρέλαβεν αὐτὸς τὸν Ῥωμαῖκὸν στόλον, καὶ ἀνῆλθεν ἕως τοῦ καλουμένου Φοίνικος. Τὰ Γαῖνᾶ οἶκος ἧν Γαϊνᾶ πατρικίου τοῦ τυραννήσαντος εἰς τὰ Θρᾳκῷα μέρη ἐν τοῖς χρόνοις Ἀς καδίου καὶ σφαγέντος ἐκεῖσε. ὰ Εὐσεβίου Εὐσέβιός τις ἕκτισε πατρίκιος ἐν τοῖς χρόνοις Ἰουστίνου καὶ Σοφίας τοῦ εὐσεβεστάτου ζεύγους. Τὴν ὑπεραγίαν Θεοτόκον τὰ Κύρου Κῦρος πατρί κιος καὶ ἔπαρχος ἔκτισεν ἐπὶ Θεοδοσίου τοῦ μικροῦ, ς καὶ παρίστατο εἰς τὸ κτίσμα τοῦ χερσαίου τείχους, ὅτε ἐκτίζετο παρὰ τῶν δύο μερῶν, καὶ ὑπὸ τῶν δημοτῶν ἀγαπηθεὶς ἦν, ὅτε καὶ φωνῇ μεγάλῃ εἶπον «Κῦρος καὶ εἰς ἄλλο νικήσει καὶ προκόψει.» ὅπερ ἀκούσας ὁ βασιλεὺς ἐποίησεν αὐτὸν μητροπολίτην εἰς Σμύρναν. Εἰς δὲ τὸ Χρυσοκάμαρον τὸ ὄπισθεν τοῦ μυρελαίω ζῴδιον ἵστατο χρυσοῦν, ἐξ οὖ ἐκλήθη Χρυσοκάμαρον, Ἐν δὲ τοῖς χρόνοις Βάρδα Καίσαρος τοῦ θείου Μιχαὴλ ἐκλάπη. Εἰς δὲ τὸ Χριστοκάμαρον τὸ πλησίον τοῦ ἁγίου Ἀκακίου, ὅπου ἐστὶ τοῦ Μωσηλὲ ὁ οἶκος, Χριστοῦ ὑπῆρχεν εἰκονισμός. Εἰς τὰ δύο μυρέλαια μύρα ἔῤῥεε καὶ ἰάματα πολλὰ ἐγίνετο ὑπὸ τῆς Θεοτόκου, καὶ διὰ τοῦτο ἐκλήθησαν. Τὸ Ἀνεμοδούλιον το χαλκοῦν ἐστηλώθη παρὰ Ἡλιοδώρου ἀστρονόμου ἐν τοῖς χρόνοις Λέοντος τοῦ Συρογενοῦς· ἐν ὧ εἰσιν ἐστηλωμένοι οἱ δώδεκα ἄνεμοι. Τὰ δὲ χαλκουργήματα τὰ μεγάλα ἤχθη ἀπὸ τοῦ κάστρου Δυῤῥαχίου, εἶχε δὲ αὐτά τις γυνὴ εἰς προῖκα αὐτῆς. Τὸν ἄγιον Ἀκάκιον τὸν Χαρέαν ἔκτισεν ὁ ἀδελφὸς Ναρσῆ πατρικίου ἐν τοῖς χρόνοις Ἰουστίνου καὶ Προκοπίας. Ὁ ἄγιος Προκόπιος τὰ Βιγλεντίας εἰς τὸν Ταῦρον ἐκτίσθη παρὰ Ἰουστινιανοῦ, ὃς καὶ ἄλλα πολλὰ αὐτέθι παλάτια ἔκτισε λόγῳ τῆς αὐταδέλφης αὐτοῦ Ἅινλεντίας. Ὑπὸ δὲ ἐμπρησμοῦ ἀφανισθέντα Ἀντωνίνα ἡ γυνὴ Βελισαρίου τοῦ μαγίστρου, ἤτι,

---

Pseudo-Codinus Hist., Patria Constantinopoleos. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003762.
