# Patria Constantinopoleos 305

Pseudo-Codinus, Patria Constantinopoleos, 305. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-codinus-hist/patria-constantinopoleos/305
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-codinus-hist/patria-constantinopoleos/305

τὰ λοῦτρα τοῦ Γερμανοῦ Γερμανὸς ἐν τοῖς χρόνοις Οὐαλεντινιανοῦ στρατηγὸς γενόμενος Πελοποννήσου ἀνήγειρε, οἶκον αὐτοῦ ἔχων. Περὶ δὲ τῆς τοῦ Βοσπορίου ἐπωνυμίας ταῦτά φησιν Ἰωάννης Ἀντιοχεὺς, ὅτι εἰς τὸ σιγματοειδὲς τοῦ τείχους εἶχον ἔθος πωλεῖν τοὺς βόας, ὃ καὶ ἐκράτει μέχρι τοῦ Κοπρωνύμου. Εἶς δὲ πρτε βοῦς οἰστρηλατήσας εἰσῆλθε τὴν θάλασσαν, καὶ ἐπέρασεν εἰς Χρυσόπολιν, καὶ διὰ τοῦτο ἐκλήθη Βοσπόριον. Τὸν δὲ πύργον ὃς καλεῖται τὸ ἔεντηνάριον, μίγαν καὶ περιφανῆ ἀνήγειρεν ὁ μέγας Κωνσταντῖνος, καὶ ἐδαπάνησε κεντηνάριον. Σεισμοῦ δὲ γενομένου καὶ τελείως χαλασθέντος, ἐκτίσθη παρὰ Θεοφίλου, καθὼς νῦν ὁρᾶται. Φέρτι δὲ τὸ ἀρχαῖον ἐπώνυμον. Τὸ παλαιὸν Πετρίον Πέτρος τις πατρίκιος ἐπὶ τοῖς χρόνοις Ἰουστινιανοῦ τοῦ μεγάλου ἔκτισεν. Ἔλεγον δὲ αὐτὸν καὶ Βαρσυαμιανὸν τὸν Σύροη πολλὰς ἀρχὰς τῷ τότε ἀνύσαντα. Ὦ δὲ μονὴ Ῥωμαίου ἐκτίσθη ἐν τοῖς χρόνοις τοῦ Λέοντος Μακέλου παρὰ Αἵμονος πατρικίου τοῦ Ῥωμαίου· εἰσελθών γὰρ εἰς τὴν πόλιν ἐκεῖσε ἄκει. Ἡ μονὴ ἡ καλουμένη Προκοπίας παρὰ Προκοκίας ἐκτίσθη τῆς θυγατρὸς Νικηφόρου τοῦ Σελευκηνοῦ καὶ γυναικὸς Μιχαήλ Ῥαγγαβὲ τοῦ ἀπὸ κουροπαλάτων. Τὸν ἄγιον Εὐστάθιον ἔκτισεν Εἰρήνη ἡ Ἀθηναίη. Τὰ δὲ Ἀρμαμέντα ἡ μονὴ, ἤγουν ὁ ἅγιος Παντελεήμων, πρώην μὲν ὁ Μαυρίκιος ἀρμαμενταρεῖον αὐτὸ ἔκτισε, μετὰ δὲ χρόνους σμη Θεοδώρα ἡ γυνὴν, Θεοφίλου τοῦ βασιλέως μονὴν αὐτὸ ἐποίησε. Τὰ Πικριδίου ἔκτισε Πικρίδιος ὁ κοιτωνάριος ἐν σοῖς χρόνοις Εἰρήνης τῆς Ἀθηναίας. Τὸ δὲ Καστέλλιον Τιβέριος ἔκτισεν ὁ βασιλεὺς ὁ πενθερὸς Μαυρικίου διὰ τὸ μὴ καῦσαι τὸν στόλον αὐτοῦ Χαγάνον τὸν ἄρχοντα Βουλγαρίας· ἐκεῖσε γὰρ τὰ πλοῖα ἤγαγε καστελλώσας καὶ ὀχυρώσας αὐτὰ ἐκεῖσε.

---

Pseudo-Codinus Hist., Patria Constantinopoleos. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003762.
