# Patria Constantinopoleos 312

Pseudo-Codinus, Patria Constantinopoleos, 312. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-codinus-hist/patria-constantinopoleos/312
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-codinus-hist/patria-constantinopoleos/312

τὸ Τρικύμβαλον τοῦ Τζυκανιστηρίου, ἐπήρθησαν παρὰ Βασιλείου τοῦ Μακεδόνος ἀπὸ τοῦ ἐμβόλου τοῦ φόρου εἰς τὴν νέαν, Ἡ μονὴ τῶν Δαλμάτου παρὰ Δαλμάτου πατρικίου ἐκτίσθη, ἐξ οὗ καὶ Ἀψίμαρος, ὃς καὶ Τιβέριος, ὅτε ἀνῆλθε μετὰ τῶν χελανδίων καὶ ἐκράτησε τῆς βασιλείας, τὸν βασιλέα Λεόντιον καταγαγὼν καὶ περιορίσας ἐκεῖσε, εἶτα ῥινοκοπήσας ἐν τῇ τοιαύτῃ ἐφρούρει μονῇ. Τον ἄγιον Γεώργιον τὰ Χαλκίδου Σέργιος ὁ πατριάρχης ἔκτισεν ὁ αἰρετικὸς, ἐν ᾧ καὶ τὸ βέβηλον αὐτοῦ σῶμα κεῖται. Ὁμοίως καὶ τὰ ἐν τοῖς κατηχουμένοις εὐκτήρια πάντα ὁ αὐτὸς ἔκτισε, δοὺς ἐκεῖ χρυσᾶ κειμήλια καὶ ἀργυρᾶ καὶ πορφύρας διαχρύσους. Τὸν ἅγιον Στέφανον τὸν πλησίον τοῦ Σίγματος ὁ μέγας Κωνσταντῖνος ἔκτισεν. Ὁ δὲ βασιλεὺς Λέων ὁ φιλόσοφος ἐσμίκρυνε τοῦτον, καὶ τὴν ὄλην τλσαν, τά τε μάρμαρα καὶ κίονας καὶ τὰς χρυσᾶς ψηφῖδας ἀπέθετο εἰς τοὺς ἁγίους πάντας, ὅπου κείται τὰ λείψανα τοῦ ἁγίου Ἰσακίου. Τὸν ἄγιον Μητροφάνην ὁ μέγας Κωνσταντῖνος ἀνήγειρεν. Ὡσαύτως καὶ τὴν ἁγίαν Τριάδα τὴν οὗσαν εἰς τὸ Ἐξωκιόνιον, τὴν νῦν δὲ ἁγίους Ἀποστόλους ὁνομαζομένην. Χυμπτωθέντας δὲ ὕστερον ὁ μέγας Ἰουστινιανὸς ἔκτισε. Περὶ δὲ τοῦ Προδρόμου τοῦ Ἡλίου λέγεται ὄτι πηγὴ δὲ ἐν τῷ τόπῳ, καὶ δράκων ἐφώλευε παμμεγεθέστατοσν δὲ ταμεῖον βασιλικὸν ἐκεῖ] καὶ πολλοὺς ἀσκέπτως ἐρχομένους κατήσθιεν. Ὁ δὲ ἅγιος Ὑπάτιος προσελθὼν ἐπάταξε τὸν θῆρα μετὰ τῆς ῥάβδου αὐτοῦ, ἐχούσης ἧλον κάτωθεν σιδηροῦν, καὶ ἐφόνευσεν αὐτὸν, ἐξ οὖ καὶ ἔσχεν ὁ τόπος τὴν ἐπωνυμίαν. Ἡ καθότι καὶ ἀνώτερον εἴπομεν, ἀπὸ Ἴλλου μαγίστρου τοῦ τυραννήσαντος καὶ ἀναιρεθέντος παρὰ Βασιλίσκου, Τὴν ἁγίαν Θεοφανὼ, τὴν οὗσαν ἔξωθεν τῆς παλαιᾶς κόγχης τῶν μνημοθεσίων τῶν βασιλικῶν εἰς τοὺς ἁγίους Ἀποστόλους, ἀνήγειρε Κωνσταντῖνος ὁ πρῶτος πορφυρογέννητος, ὁ υἱὸς Λέοντος τοῦ

---

Pseudo-Codinus Hist., Patria Constantinopoleos. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003762.
