# Patria Constantinopoleos 315

Pseudo-Codinus, Patria Constantinopoleos, 315. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-codinus-hist/patria-constantinopoleos/315
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-codinus-hist/patria-constantinopoleos/315

ναὸν, οἷος οὐκ ἐγένετο ἀπὸ Ἀδὰμ οὔτι γενήσεται. Ἔγραψε δὲ καὶ τοῖς στρατηγοῖς, τοπάρχαις καὶ σατράπαις καὶ δουξὶ καὶ πὰσι τοῖς οὖσιν ἀρχηγέταις πάντων τῶν βασιλικῶν θεμάτων ἀνατολῆς τε καὶ δύσεως, ἄρκτου καὶ μεσημβρίας, πέμψαι αὐτῷ ὕλην ἀνήκουσαν εἰς τὸ ἀνεγεῖραι τοιοῦτον ἀξιοθαύμαστον καὶ θεοφρούρητον καὶ θεοφύλακτον καὶ περικαλλῆ ναὸν, ὅπου δηλαδὴ εὐρεθῶσι, κίονάς τε καὶ συστημάτια στήθεά τε καὶ ἁβάκια καὶ καγκελοθύρια. Πάντες δὲ οἱ παρ´ αὐτοῦ τοῦ βασιλέως Ἰουστινιανοῦ ὁρισθέντες χαίροντές τε καὶ ἀγαλλιώμενοι ἔπεμπον τῷ βασιλεῖ Ἰουστινιανῷ τὴν τοιαύτην ὕλην, συναγαγόντες αὐτὴν ἀπό τε ναῶν εἰδωλικῶν καὶ παλατίων λουτρῶν τε καὶ οἴκων ἀπὸ πάντων τῶν θεμάτων τῆς οἰκουμένης, Καὶ τοὺς μὲν ὀκτὼ κίονας τοὺς Ῥωμαίους, καθώς φησι Πλούταρχος πρωτασεκρῆτις καὶ ἐπιστολογράφος Ἰουστινιανοῦ, μετὰ σχεδιῶν ἀπεστάλησαν παρὰ γυναικὸς χήρας ἀπὸ Ῥώμης, ὀνόματι Μαρκίας· οὕστινας εἶχεν εἰς προῖκα αὐτῆς. Ἵσταντο δὲ εἰς τὴν Ῥώμην εἰς τὸν ναὸν τοῦ Ἡλίου τὸν κτισθέντα παρὰ Οὐαληριανοῦ τοῦ βασιλέως Ῥώμης, τοῦ προδόντος ἐαυτὸν Πέρσαις. Ἔγραψε δὲ τῷ βασιλεῖ οὕτως· «Ἀπέστειλά σοι, δέσποτα βασιλεῦ, ὀκτὼ κίονας Ῥωμαίους, ἰσομήκεις, ἰσοκύκλους, τολμῶ εἰπεῖν καὶ ἰσοστάθμους, ὑπὲρ ψυχικῆς μου στηρίας.» Τοὺς δὲ ἑτέρους ὀκτὼ πρασίνους κίονας τοὺς ἀξιοθαυμάστους ἐκόμισεν ὁ στρατηγὸς Κωνσταντῖνος ἀπὸ Ἐφέσου λελατομημένους. Ἡ ἄ λοιπὴ πᾶσα ὕλη καὶ πάντες οἱ κίονες ἀπὸ Κυζίκου ἤχθησαν. Ἑτέρους δὲ ἀπὸ Τρωάδος καὶ ἄλλους ἀπὸ Κυκλάδων νήσων καὶ ἀπὸ Ἀθηνῶν οἱ ἄρχοντες βασιλέως ἔπεμπον. Συνήχθη δὲ πᾶσα ἡ ὕλη χρόνους ἑπτὰ ἤμισυ. Τῷ δὲ δεκάτῳ δευτέρῳ ἔτει τῆς βασιλείας Ἰουστινιανοῦ ἐκ θεμελίων κατέλυσαν τὸν ναόν. Τὴν δὲ ἅπασαν ὕλην αὐτοῦ ἰδίως ἀπέθεντο· οὐ γὰρ εἶχον χρείαν αὐτης τὸ σύνολον διὰ τὸ πολλὴν καὶ ἄπειρον κρείττονα ὕλην ἀθροῖσαι καὶ ἐτοιμάσαι. Ἤρξατο γοῦν ἐξωνεῖσθαι οἰκήματα τῶν ἐκείοι οἰκούντων καὶ πλησιαζόντων, καὶ πρῶτον μὲν χήρες τινὸς γυναικὸς, ὀνόματι Ἄννης. Ἐκείνης δὲ μὴ βουλομένης ταῦτα πρᾶσαι τῷ βασιλεῖ, ἔλεγε· «Μέχρι νομισμάτων λίτρας φʹ ἐάν μοι παράσχῃ, οὐ δίδωμί σοι ταῦτα.» Ὁ δὲ βασιλεὺς πολλοὺς τῶν μεγιστάνων αὐτοῦ ἀποστείλας πρὸς θεραπείαν τῆς γυναικὸς οὐδὲν ἤνυε. Παραγενόμενος δὲ ὁ βασιλεὺς εἰς ἱκεσίαν τῆς γυναικὸς ἐδέετο αὐτῆς περὶ τῆς διαπράσεως τῶν οἰκημάτων αὐτῆς. Ἡ δὲ θεασαμένη τὸν θασιλέα ἔπεσεν εἰς τοὺς πόδας αὐτοῦ δεομένη καὶ λέγουσα· «Δέσποτα βασιλεῦ, ἐγὼ μὲν χάριν τιμῆς τῶν οἰκημάτων οὐκ ὀφείλω λαβεῖν τι πρὸς σοῦ, θέλω δὲ κοινωνὸν κἀμὲ γενέσθαι εἰς τὸν κτιζόΚμενον ναὸν, ἵνα ἔχω κἀγὼ ἐν ἡμέρᾳ κρίσεως μισθόν καὶ μετὰ θάνατόν μου ταφῶ πλησίον τῶν οἰκημάτων μου, καὶ διηνεκῶς μνημονεύεσθαί με ὡς κτῆμα δοῦσαν αὐτά.» Ἕστι δὲ ὁ τόπις τῶν οἰκημάτων

---

Pseudo-Codinus Hist., Patria Constantinopoleos. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003762.
