# Patria Constantinopoleos 316

Pseudo-Codinus, Patria Constantinopoleos, 316. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-codinus-hist/patria-constantinopoleos/316
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-codinus-hist/patria-constantinopoleos/316

αὐτῆς, ὅν δέδωκεν εἰς τὴν μεγάλην ἐκκλησίαν, τὸ Κσκευοφυλάκιον ὅλον σὺν τῷ ναῷ τοῦ ἁγίου Πέτρου, Τὸ δὲ ὀνομαζόμενον ἅγιον Φρέαρ καὶ τὸ ἅγιον Πυσιαστήριον ὅλον καὶ ὁ τόπος τοῦ ἄμβωνος, ἕως τῆς μέσης τοῦ ναοῦ, ὑπῆρχεν ἄκος Ἀντιόχου τινὸς ὀστιαρίου καὶ εὐνούχου, ὅτι ἀπετιμήθη εἰς ὑπέρπυρα λίτρας νʹ. Τούτου δὲ δυσχεραίνοντος τοῦ μὴ πρᾶσαι ἀξίως τὸν ἴδιον οἶκον τῷ βασιλεῖ, ὁ βασιλεὺς φιλοδκαιος ὢν καὶ μισοπόνηρος πρὸς τὸ μὴ θέλειν τινὰ λυπῆσαι ἢ ἀδικῆσαι, ἠθύμει ἀδημονῶν τί ἂν πράξοι εἰς αὐτόν. Στρατήγιος δὲ μάγιστρος καὶ φύλαξ τῶν βασιλικῶν χρημάτων, καὶ τοῦ βασιλέως ἀδελφοποιητὸς, ὑπέσχετο τῷ βασιλεῖ τοῦ νικῆσαι αὐτὸν διά τινος μηχανῆς καὶ πιπρᾶσαι τὰ οἰκήματα αύτοῆ καὶ μὴ βουλομένου. Ὁ δὲ´ ῥηθείς Ἀντίοχος καὶ ὀστιάριος ἐφίλει τὸ κυάνεον χρῶμα φιλιππόδρομος ὤν, καὶ ἀντεποιεῖτο αὐτοῦ λίαν καὶ ἔχαιρεν ἀπ´ αὐτῷ. Ἱππικοῦ δὲ μέλλοντος γίνεσθαι, ὁ μάγιστρος Στρατήγιος τὸν ὁστιάριον ἐφρούρησε καὶ καθεῖρξεν αὐτὸν εἰς τὸ πραιτώριον τῆ ἡμέρᾳ τοῦ Ἰππικοῦ. Ἐκεῖνος δὲ ἐβόα μετὰ κλανθυοῦ δδι. νηρῆς, καὶ ἔλεγεν· «Ἵδω τὸν ἀγῶνα τοῦ ἱππικοῦ, καὶ τὸ θέλημα τοῦ βασιλέως ποιήσω.» Ὑπομνησθέντος δὲ τοῦ βασιλέως ἤγαγον αὐτὸν ἐν τῷ καθίσματι καὶ ἐποίησαν ἐκεῖ τὴν πρᾶσιν, παρόντος καὶ τοῦ κοιαίστορος καὶ ὑπογραψάσης πάσης τῆς συγκλήτου. Ἐπράθησαν δὲ εἰς χρυσίου λίτρας πεʹ. Τὸ δὲ δεξιὸν μέρος τοῦ γυναικίτου ἕως τοῦ κίονος τοῦ ἀγίου Βασιλείου ὑπῆρχον οἰκήματα Χαρίτωνος εὐνούχου τοὐπίκλην Χηνοπόδη, ἃ καὶ μετ´ εὐχαρι. στίας πολλῆς δέδωκε τῷ βασιλεῖ, διπλῷ τιμήματι ἀποτιμηθέντα λίτρας ιβʹ. Τὸ δὲ εὐώνυμον μέρος τοῦ γυναικίτου μέχρι τοῦ κίονος τοῦ ἀγίου Γρηγορίου τοῦ Θαυματουργοῦ ὑπῆρχον οἰκήματα ἕενοφῶντός τινος ῥάπτου, καὶ ἠτήσατο τὸν βασιλέα ἵνα λάβῃ διπλοῦν τὸ τίμημα λίτρας ιδʹ. καὶ ποιήσῃ αὐτὸν τῆ ἡμέρᾳ τοῦ Ἱππικοῦ καθεζόμενον προσκυνεῖσθαι ὑπὸ τῶν τεσσάρων ἡνιόχων. Τῶν δὲ δήμων καὶ πάσης τῆς συγκλήτου εἰπόντων τῷ βασιλεῖ· «Οὐκ ἔξεστι προσκυνεῖσθαι αὐτὸν οὕτως, εἰ μὴ μόνον τὸν βασιλέα,» προσέταξεν ὁ βασιλεὺς ἐξόπισθεν προσκυνεῖσθαι αὐτὸν καὶ ὀνομάζεσθαι ἄρχοντα τῶν ἕαταχθονίων· καὶ τοῦτο φυλάσσεται μέχρι τοῦ νῦν. Τὸ δὲ ἐπίπεδον τοῦ ναοῦ καὶ ὁ λουτὴρ καὶ οἱ ὰθηκες καὶ τὰ πέριξ σὐτῶν οἶκος ἦν Δαμιανοῦ πατρικίου Σελρυκείας, ἅτινα ἀπετιμήθησαν εἰς λίτρας γ. καὶ μετὰ πολλῆς εὐφροσύνης δέδωκεν αὐτὰ τῷ βασιλεῖ. Ὁ ὲ βασιλεὺς, καταμετρήσας τὸν τόπον εὖρε στεφαναίαν πέτραν ἀπὸ τοῦ θυσιαστηρίου ἕως τῆς κάτω ἀψῖδος, καὶ ἐθεμελίωσεν ἐκεῖ γύρωθεν τὰ θεμέλια τοῦ μεγάλου τρούλλου· ἀπὸ δὲ τοῦ βήματος μέχρι τοῦ ἔξω νάρθηκος εὖρε τόπον ἀλσώδη καὶ χαῦνον, καὶ ἐθεμελίωσεν. Ἀρξαμένου δὲ τοῦ θεμεκιοῦσθαι, προσκαλεσάμενος Εὐτύχιον τὸν πατριάρχην ἐποίησεν εὐχὴν περὶ συστάσεως ἐκκλησίας,

---

Pseudo-Codinus Hist., Patria Constantinopoleos. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003762.
