# Patria Constantinopoleos 324

Pseudo-Codinus, Patria Constantinopoleos, 324. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-codinus-hist/patria-constantinopoleos/324
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-codinus-hist/patria-constantinopoleos/324

ἀνεγείρασα θεμελίους παμμεγέθεις καὶ λθους μεγίστους, ἔκτισε τὸν ναόν. Τὰ δὲ σκάριφα καὶ τὸ σχῆμα ἀπῆρε τοῦ ἁγίου Ἰωάννου τοῦ Θεολόγου ἀπὸ Ἐφέσου. Τὴν δὲ ὕλην ἅπασαν ἔλαβεν ἀπὸ τῆς ἀγίας Σοφίας μετὰ τὸ τελειωθῆναι αὐτὴν καὶ τὰ εὐκτήρια αὐτῆς· ἀφ´ ὅτου γὰρ ἤρξατο κτίθεσθαι ἡ ἀγία Σοφία, μετὰ τέσσαρα ἔτη ἤρξατο καὶ αὐτὸς κτίζεσθαι ὁ ναός. Ἐν δὲ τῷ καιρῷ τοῦ μουσιώματος ἔλειψε τῇ δεσποίνῃ χρυσίου ποσότης. Καὶ ἀδημονούσης ἐπὶ τοῦτο τῆς Αὐγούστης, κατ´ ὄναρ ἐφάνησαν οἱ ἅγιοι ἀπόστολοι λέγοντες αὐτῇ· «Μὴ λυποῦ περὶ χαράγματος χρυσίου, μηδὲ Ἰουστινιανῷ τῷ ἀνδρί σου ἐπιζητήσῃς νομίσματα· ἀλλὰ ἀπελθοῦσα ἔξωθεν τῆς πόρτης Δεξιοκράτους εἰς τ´ ν αἰγιαλὸν εὑρήσεις δώδεκα κεράμια γέμοντα χρυσίου κεχωσμένα.» Ἡ δὲ Αὐγούστα ἀποστείλασα εὗρεν αὐτὰ γέμοντα, καὶ ἔχοντα ἕκαστον αὐτῶν ἐπιγραφὴν τῶν ἁγίων ἀποστόλων τὰ ὀνόματα. Καὶ λαβοῦσα ταῦτα, δοξάσασά τε Θεὸν, ἐξωδίασεν αὐτὰ εἰς τὸν ναόν. Καὶ πολλὰ κτήματα καὶ ἀναθήματα καὶ σκεύη χρυσᾶ τε καὶ ἀργυρᾶ προσεκύρωσε. Τελειώσασα δὲ τὸν ναὸν ἔμελλεν κρεμάσαι τὰς χαλκᾶς ἀλύσεις καὶ τὰς λυχνίας, ὅπως ἐνθρονιάσῃ τὸν ναὸν καὶ ἐγκαινίσῃ αὐτόν. Γνοὺς δὲ ὁ βασι λεὺς Ἰουστινιανὸς ἐφθόνησεν, ἵνα μὴ προλάβῃ καὶ ἐγκαινισθῇ πρὸ τῆς ἁγίας Σοφίας, καὶ παρήγγειλε πανταχοῦ τῆς πόλεως ἵνα μὴ ποιήσωσιν ἁλύσεις καὶ κρεμάσωσιν ἐκεῖσε. Ἡ δὲ βασίλισσα ἐποίησεν ἀπὸ μετάξης πλεκτὰ σχοινία πίστει καὶ μόχθῳ, καὶ κρεμάσασα τὰς πολυφώτους ἀργυρᾶς λυχνίας ἐνεκαίνισε καὶ ἐνεθρονίασε τὸν ναὸν, προλαβοῦσα τὴν Μεγάλην ἐκκλησίαν. Τὰ δὲ λείψανα τὰ κείμενα κάτωθεν τῆς ἁγίας τραπέζης τῶν ἁγίων ἀποστόλων Κχθησαν παρὰ Κωνσταντίνου βασιλέως, υἱοῦ τοῦ μεγάλου Κωνσταντίνου, διὰ τοῦ ἁγίου μεγαλομάρτυρος Ἀρτεμίου. Τὸ δὲ βῆμα, καθώς ἐστι μέσον, οὖτω καὶ γέγονεν παρὰ τῆς Αὐγούστης Θεοδώρας. Τό δὲ μνημοθέσιον τῆς ἁγίας Θεοφανὼ ὁ μέγας Κωνσταντῖνος ἐποίησε. Τὸ δὲ ἔξω μνημοθέσιον τῶν τε ὀρθοδόξων καὶ τῶν αἱρετικῶν ὁ μέγας Ἰουστινιανὸς ἐποίησε, καὶ διὰ μουσίων ἐκαλλώπισεν αὐτὸ, καὶ ἐκεῖσε ἐτάη. Ὡσαύτως καὶ ἡ γυνὴ αὐτοῦ Θεοδώρα ἡ κτίσασα τὸν ναόν. Τὸ δὲ Μουσεῖον ὰῥαίωδοοοωιιτνοινοιναιιτοο

---

Pseudo-Codinus Hist., Patria Constantinopoleos. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003762.
