# Dicaearchi, ut fertur, potius vero Athenaei Descriptionis Graeciae Fragmenta tria 1

Pseudo Dicaearchus Messenius, Dicaearchi, ut fertur, potius vero Athenaei Descriptionis Graeciae Fragmenta tria, Α΄.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-dicaearchus-messenius/dicaearchi-ut-fertur-potius-vero-athenaei-descriptionis-graeciae-fragmenta-tria/1

Ἐντεῦθεν εἰς τὸ Ἀθηναίων ἔπεισιν ἄστυ· ὁδὸς δὲ ἡδεῖα, γεωργουμένη πᾶσα, ἔχουσά τι τῇ ὄψει φιλάνθρωπον. Ἡ δὲ πόλις ξηρὰ πᾶσα, οὐκ εὔυδρος, κακῶς ἐρρυμοτομημένη διὰ τὴν ἀρχαιότητα. Αἱ μέν πολλαὶ2 τῶν οἰκιῶν εὐτελαῖς, ὀλίγαι δὲ χρήσιμαι. Ἀπιστηθείη δʼ ἂν ἐξαίφνης ὑπὸ τῶν ξένων θεωρουμένη, εἰ αὐτή ἐστιν ἡ προσαγορευομένη τῶν Ἀθηναίων πόλις· μετ᾿ οὐ πολὺ δὲ πιστεύσειεν ἄν τις. Ὠδεῖον τῶν ἐν τῇ οἰκουμένῃ κάλλιστον· θέατρον ἀξιόλογον, μέγα καὶ θαυμαστόν· Ἀθηνᾶς ἱερὸν πολυτελές, ἀπόψιον, ἔξιον θεᾶς, ὁ καλούμενος Παρθενὼν, ὑπερκείμενον τοῦ θεάτρου· μεγάλην κατάπληξιν ποιεῖ τοῖς θεωροῦσιν· Ὀλύμπιον, ἡμιτελές μὲν, κατάπληξιν δʼ ἔχον τὴν τῆς οἰκοδομίας ὑπογραφὴν, γενόμενον δʼ ἂν βέλτιστον, εἴπερ συνετελέσθη· γυμνάσια τρία, Ἀκαδημία, Λύκειον, Κυνόσαργες, πάντα κατάδενδρά τε καὶ τοῖς ἐδάφεσι ποώδη, χόρτοι παντοθαλεῖς φιλοσόφων παντοδαπῶν, ψυχῆς ἀπάται καὶ ἀναπαύσεις· σχολαὶ πολλαὶ, θέαι συνεχεῖς.

---

Pseudo Dicaearchus Messenius, Dicaearchi, ut fertur, potius vero Athenaei Descriptionis Graeciae Fragmenta tria, ed. Carolus Müllerus. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0066.tlg001.local001/.
