Ancient Greek
Α΄.
Pseudo Dicaearchus Messenius, Dicaearchi, ut fertur, potius vero Athenaei Descriptionis Graeciae Fragmenta tria 2
Not analysed yet
2. Τὰ γινόμενα ἐκ τῆς γῆς πάντα ἀτίμητα καὶ πρῶτα τῇ γεύσει, μικρῷ δὲ σπανιώτερα. Ἀλλ᾿ ἡ τῶν ξένων ἑκάστοις συνοικειουμένη ταῖς ἐπιθυμίαις εὐάρμοστος διατριβὴ περισπῶσα τὴν διάνοιαν ἐπὶ τὸ ἀρέσκον λήθην τῆς δουλείας ἐργάζεται. Ἔσιι δὲ τοῖς μὲν θέαις καὶ σχολαῖς τοῖς δημοτικοῖς ἀνεπαίσθητος ὁ λιμὸς, λήθην ἐμποιούσαις τῆς τῶν σίτων προσφορᾶς· ἐφόδια δὲ ἔχουσιν οὐδεμία τοιαύτη πρὸς ἡδονήν Καὶ ἕτερα δὲ ἡ πόλις ἡδέα ἔχει καὶ πολλά. Καὶ γὰρ αἱ σύνεγγυς αὐτῆς πόλεις προάστεια τῶν Ἀθηναίων εἰσίν .