# Dicaearchi, ut fertur, potius vero Athenaei Descriptionis Graeciae Fragmenta tria 3-2-8

Pseudo Dicaearchus Messenius, Dicaearchi, ut fertur, potius vero Athenaei Descriptionis Graeciae Fragmenta tria, 3 to 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-dicaearchus-messenius/dicaearchi-ut-fertur-potius-vero-athenaei-descriptionis-graeciae-fragmenta-tria/3-2

(3) Μαρτυρεῖ δὲ καὶ Εὐριπίδης· Ἕλλην γὰρ, ὡς λέγουσι, γίγνεται Διὸς, τοῦ δʼ Αἴολος παῖς· Αἰόλου δὲ Σίσυφος, Ἀθάμας τε Κρηθεύς θ᾿, ὅς τʼ ἐπʼ Ἀλφειοῦ ῥοαῖς θεοῦ μανείς ἔρριψε Σαλμωνεὺς φλόγα. (4) Ἑλλὰς μὲν οὖν ἐστὶ, ὥσπερ μικρῷ πρότερον εἰρήκαμεν, ἣν ὁ Διὸς Ἕλλην ἔκτισεν, ἀφʼ οὗ καὶ τὸ ἑλληνίζειν τὴν προσηγορίαν εἴληφεν· Ἕλληνες δ᾿ οἱ ἀφʼ Ἕλληνος. Οὗτοι δ εἰσὶν Αἴολος καὶ Σίσυφος, ἔτι δὲ Ἀθάμας καὶ Σαλμωνεὺς καὶ οἱ τούτων φύντες ἔκγονοι. (5) Ἡ δὲ καλουμένη νῦν Ἑλλὰς λέγεται μὲν, οὐ μέντοι ἐστί τὸ γὰρ ἑλληνίζειν ἐγὼ εἶναί φημι οὐκ ἐν τῷ διαλέγεσθαι ὀρθῶς, ἀλλʼ ἐν τῷ γένει τῆς φωνῆς αὕτη δʼ ἐστὶν ἀφ᾿ Ἕλληνος· ἡ δὲ Ἑλλὰς ἐν Θετταλίᾳ κεῖται. Ἐκείνους οὖν ἐροῦμεν τὴν Ἑλλάδα κατοικεῖν καὶ ταῖς φωναῖς ἑλληνίζειν. (6) Εἰ δὲ καὶ κατὰ τὸ ἴδιον τοῦ γένους τῆς Θετταλίας ἡ Ἑλλάς ἐστι, δίκαιον καὶ κατὰ τὸ κοινὸν, ὡς νῦν ὀνομάζονται Ἕλληνες, τῆς Ἑλλάδος αὐτὴν εἶναι. (7) Ὅτι δὲ πᾶσα ἣν κατηριθμήμεθα Ἑλλάς ἐστι, μαρτυρεῖ ἡμῖν ὁ τῶν κωμῳδιῶν ποιητὴς Ποσείδιππος, μεμφόμενος Ἀθηναίοις, ὅτι τὴν αὑτῶν φωνὴν καὶ τὴν πόλιν φασὶ τῆς Ἑλλάδος εἶναι, λέγων οὕτως· Ἑλλὰς μέν ἐστι μία, πόλεις δὲ πλείονες. Σὺ μὲν ἀττικίζεις, ἡνίκ᾿ ἂν φωνήν λέγης αὑτοῦ τινʼ· οἱ δ᾿ Ἕλληνες ἑλληνίζομεν. Τί προσδιατρίβων συλλαβαῖς καὶ γράμμασιν τὴν εὐτραπιλἴαν ἀηδίαν ἄγεις; 8. Πρὸς μὲν τοὺς οὐχ ὑπολαμβάνοντας εἶναι τὴν Θετταλίαν τῆς Ἑλλάδος οὐδὲ τοὺς Θετταλοὺς Ἕλληνος ἀπογόνους ὄντας ἑλληνίζειν ἐπὶ τοσοῦτον εἰρήσθω. Τὴν δὲ Ἑλλάδα ἀφορίσαντες ἕως τῶν Θετταλῶν στομίου καὶ τοῦ Μαγνήτων Ὁμολίου, τὴν διήγησιν πεποιημένοι, καταπαύομεν τὸν λόγον.

---

Pseudo Dicaearchus Messenius, Dicaearchi, ut fertur, potius vero Athenaei Descriptionis Graeciae Fragmenta tria, ed. Carolus Müllerus. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0066.tlg001.local001/.
