Ancient Greek
Α΄.
Pseudo Dicaearchus Messenius, Dicaearchi, ut fertur, potius vero Athenaei Descriptionis Graeciae Fragmenta tria 5
Not analysed yet
(5) Τὸ καθόλου δʼ ὅσον αἱ λοιπαὶ πόλεις πρός τε ἡδονήν καὶ βίου διόρθωσιν τῶν ἀγρῶν διαφέρουσι, τοσοῦτον τῶν λοιπῶν πόλεων ἡ τῶν Ἀθηναίων παραλλάττει. Φυλακτέον δʼ ὡς ἔνι μάλιστα τὰς ἑταίρας, μή λάθῃ τις ἡδέως ἀπολόμενος. Ὁ στίχος Λυσίππου· Εἰ μή τεθέασαι τὰς Ἀθήνας, στέλεχος εἶ· εἰ δὲ τεθέασαι, μή τεθήρευσαι δ᾿, ὄνος· εἰ δʼ εὐαρεστῶν ἀποτρέχεις, κανθήλιος. Αὕτη πόλις ἔσθʼ Ἑλληνὶς ἡ ῥόδοις ἴσην εὐωδίαν ἔχουσα χἄμ᾿ ἀηδίαν. Τὰ γὰρ ἅλίεια τὰ μεγάλʼ εἰς σχολὴν ἄγει, τὸ δʼ ἁλιακὸν ἔτος με μαίνεσθαι ποιεῖ. Ὅταν δὲ τὴν λεύκην τις αὐτῶν πρφέως ἁλιακὸν εἶναι στέφανον εἴπῃ, πνίγομαι οὕτως ἐπʼ αὐτοῖς, ὥστε μᾶλλον ἂν θέλειν ἀποκαρτερεῖν, ἢ ταῦτʼ ἀκούων καρτερεῖν. Τοιοῦτο τῶν ξένων τι καταχεῖται σκότος.