Ancient Greek
8 to 10
Pseudo Dicaearchus Messenius, Dicaearchi, ut fertur, potius vero Athenaei Descriptionis Graeciae Fragmenta tria 8-10
Not analysed yet
(8) Ἐπ᾿ ἔκρας δὲ τῆς τοῦ ὄρους κορυφῆς σπηλαῖόν ἐστι τὸ καλούμενον Χειρώνιον, καὶ Διὸς ἀκραίου ἱερὸν, ἐφ᾿ δ κατὰ κυνὸς ἀνατολήν κατὰ τὸ ἀκμαιότατον καῦμα ἀναβαίνουσι τῶν πολιτῶν οἱ ἐπιφανέστατοι καὶ ταῖς ἡλικίαις ἀκμάζοντες, ἐπιλεχθέντες ἐπὶ τοῦ ἱερέως, ἐνεζωσμένοι κώδια τρίποκα καινά· τοιοῦτον συμβαίνει ἐπὶ τοῦ ὄρους τὸ ψῦχος εἶναι. (9) Τοῦ δὲ ὄρους ἡ μὲν μία πλευρὰ παρά τε τὴν Μαγνησίαν καὶ τὴν Θεσσαλίαν παρήκει, πρός τε ζέφυρον καὶ ἡλίου δύσιν ἐστραμμένη· ἡ δʼ ἐπὶ τὸν Ἄθω καὶ τὸν Μακεδονικὸν ἐπικεκλημένον κόλπον, πλαγίαν ἔχουσα πᾶσαν καὶ τραχεῖαν τὴν εἰς τὴν Θεσσαλίαν ἐστραμμένην χώραν. (10) Τὸ δὲ ὄρος πολυφάρμακόν τέ ἐστι καὶ πολλὰς ἔχον καὶ παντοδαπὰς δυνάμεις τάς τε ὄψεις αὐτῶν γινώσκουσι καὶ χρῆσθαι δυναμένοις· μίαν δέ τινα ἥτις ἔχει ἄλλας καὶ ἔλλας δυνάμεις . Φύεται δὲ τὸ δένδρον τῷ μεγέθει μὲν οὐ πλέον ἢ πήχεος τοῦ ὑπέρ γῆς φαινομένου, τῇ δὲ χρόᾳ μέλαν· ἡ δέ ῥίζα ἕτερον τοσοῦτόν ἐστι κατὰ γῆς πεφυκυῖα.