# De lapidibus 12-20

Pseudo-Dioscorides, De lapidibus, 12 to 20. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-dioscorides/de-lapidibus/12

Λίθος ἴασπις· Ἄφροι ζομουράδ. Ὁ μέν τίς ἐστι σμαραγδίζων, ὁ δὲ κρυσταλλίζων καὶ φλέγματι ἐοικώς· ὁ δὲ ἀερίζων· ὁ δὲ καπνίζων· ὁ δὲ λευκίζων καὶ ἀποστίλβων· ὁ δὲ τερμινθίζων. Δοκοῦσι δὲ πάντες εἶναι φυλακτήρια περιαπτόμενοι καὶ ὠκυτοκίαν ἐργαζόμενοι καὶ ἀλγήματα στομάχου ἰώμενοι, καὶ ὀδύνης... Λίθος ἱασπαχάτη; ἐκ τῆς σμαραγδιζούσης ἐστὶν ἰάσπιδος καὶ τοῦ ἀχάτου· δύναμιν δὲ ἔχει δίψους παυστικὴν· καὶ ὑδρωπικοῖς βοηθεῖ, καὶ ἡπατικοῖς καὶ περιπνευμονικοῖς πινόμενος· καὶ τὸ σῶμα εὐανθὲς ποιεῖ. Λίθος ἱερακίτης καὶ ἰνδικὸς περιαπτόμενος μηρῷ δεξιῷ τὰς αἱμορροΐδας ἀναξηραίνουσιν, ὡς καὶ ἡμεῖς ἐπειράθημεν· ὁ δὲ Διογένης ἐν τῷ περὶ λίθων οὕτω φησίν· Ἱερακίτης λίθος ὑπόχλωρος μέν ἐστι καὶ πρὸς τὸ μέλαν ἐπικλίνει· δύναμιν δὲ ἔχει ἀναξηραντικὴν αἱμορροΐδων. Λίθος ἰνδἰκὸς τὴν μὲν χρόαν ἐστὶν ὑπόπυρος· τριβόμενος δὲ πορφυροῦν ἀνίησι χυλόν· καὶ μετ’ ἀκράτου οἴνου πινόμενος αἱμοπτυϊκοὺς ὠφελεῖ· καὶ αἱμορροΐδας ἀναξηραίνει. Λίθος κίσσηρις ῥυπτικῆς ἐστι δυνάμεως, ὡς καὶ ἡ σμύρις. Λαμπρύνει τοὺς ὄδόντας. Λἱθος ἴασπις καλούμενος ὁ ἐκ τῆς Αἰθιοπίας κομιζόμενος ὑπόχλωρός ἐστι· καὶ γαλακτώδη χυλὸν ἀνίησιν· καὶ διὰ τοῦτο ἁρμόζει εἰς τὸ καθᾶραι καὶ ῥύψαι τὰ χωρὶς φλεγμονῆς ἐπισκοτοῦντα ταῖς κόραις. Λιθόκολλα μίγμα οὖσα μαρμάρου ἢ λίθου λιπαροῦ καὶ ταυροκόλλης· δύναται δὲ περὶ πυρὶ τρίχας κολλᾶν. Λίθος μελιτίτης ἡδύτητος καὶ θερμότητος μετείληφε· καὶ διὰ τὴν γεῦσιν οὕτως ὠνόμασται· ἐνεργεῖ δὲ ὁμοίως τῷ γαλακτίῳ. Λίθος μοροξός, οἱ δὲ λευκογραφίδα καλοῦσι κατ’ Αἴγυπτον γινομένην· τούτῳ χρῶνται λαμπρύνοντες τὰς ὀθόνας.

---

Pseudo-Dioscorides, De lapidibus, ed. Fernand de Mély. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1118.tlg003.local001/.
