# De prophetarum vita et obitu (Dorothei recensio) Εἰς τὸν Ζαχρίαν. Μνήμη θεοῦ.

Pseudo-Dorotheus (Vitae Prophetarum), De prophetarum vita et obitu (Dorothei recensio), Εἰς τὸν Ζαχρίαν. Μνήμη θεοῦ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-dorotheus-vitae-prophetarum/de-prophetarum-vita-et-obitu-dorothei-recensio/%CE%95%E1%BC%B0%CF%82%20%CF%84%E1%BD%B8%CE%BD%20%CE%96%CE%B1%CF%87%CF%81%CE%AF%CE%B1%CE%BD.%20%CE%9C%CE%BD%CE%AE%CE%BC%CE%B7%20%CE%B8%CE%B5%CE%BF%E1%BF%A6.

Οὗτος Ζαχαρίας ἑνδέκατος καὶ αὐτὸς ἀξιωθεὶς προειπεῖν περὶ τῆς ἐλεύσεως τοῦ Χριστοῦ λέγων οὕτως· Χαῖρε σφόδρα, θύγατερ Σιών, κήρυσσε, θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται δίκαιος καὶ σώζων, αὐτὸς πραῢς καὶ ἐκβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον. Ὑπερβολικῶς μὲν εἰς τὸν Ζοροβάβελ εἴρηκε ταύτην τὴν χρῆσιν· τὴν ἔκβασιν δὲ κυρίως ἔσχεν ἐπὶ τοῦ δεσπότου Χριστοῦ. Ἔτι λέγει· καὶ ἐρῶ πρὸς αὐτόν· τί αἱ πληγαὶ αὗται αἱ ἀνὰ μέσον τῶν χειρῶν σου; καὶ ἐρεῖ· ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τῷ ἀγαπητῷ μου. Καὶ μετ᾽ ὀλίγα πάνυ· πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης. Ταύτης τῆς χρήσεως μέμνηται ὁ κύριος ἐν τῷ καιρῷ τοῦ πάθους, ὅτι ἤμελλε παραδίδοσθαι, εἰς ἑαυτὸν αὐτὴν εἰρηκώς. Ζαχαρίας ἦλθεν ἀπὸ Χαλδαίων ἤδη προβεβηκώς, κἀκεῖ τῷ λαῷ πολλὰ προεφήτευσε, καὶ τέρατα ἔδωκεν εἰς ἀπόδειξιν. Οὗτος εἶπε τῷ Ἰωσεδέκ, καὶ εἰς Ἱερουσαλὴμ ἱερατεύσεις. Οὗτος καὶ τὸν Σαλαθιὴλ ἐπὶ υἱῷ ηὐλόγησε καὶ τὸ ὄνομα Ζοροβάβελ ἐπέθηκε. Καὶ ἐπὶ Κύρου τέρας ἔδωκεν εἰς νῖκος. Καὶ περὶ τῆς λειτουργίας αὐτοῦ προηγόρευσεν ἣν ποιήσει ἐπὶ Ἱερουσαλήμ, καὶ ηὐλόγησεν αὐτὸν σφόδρα. Τὰ δὲ τῆς προφητείας εἶδεν ἐν Ἱερουσαλήμ· περὶ τέλους ἐθνῶν καὶ τοῦ ναοῦ καὶ ἀργίας προφητῶν καὶ ἱερέων καὶ περὶ διπλῆς κρίσεως ἐξέθετο. Καὶ ἀπέθανεν ἐν γήρει μακρῷ, καὶ ἐτάφη σύνεγγυς τοῦ Ἀγγαίου [ἐγγὺς Ἐλευθερουπόλεως ἀπὸ σταδίων τεσσαράκοντα ἐν ἀγρῷ τοῦ Νοεμὰν ἐν χρόνοις Ἐφίδου ἐπισκόπου. Ἐμφανισθεὶς ὅτι αὐτός ἐστιν Ζαχαρίας υἱὸς Βαραχίου, οὗ μέμνηται Ἡσαΐας, ὄνομα δὲ τῷ ἀγρῷ ἔνθα κεῖται Βεθζαρία, μηκόθεν Ἱερουσαλὴμ ἀπὸ σταδίων ρνʹ.]

---

Pseudo-Dorotheus (Vitae Prophetarum), De prophetarum vita et obitu (Dorothei recensio), ed. Theodorus Schermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1750.tlg001.local001/.
