Ancient Greek
Εἰς τὸν Ναούμ. Παράκλησις.
Pseudo-Dorotheus (Vitae Prophetarum), De prophetarum vita et obitu (Dorothei recensio) Εἰς τὸν Ναούμ. Παράκλησις.
Not analysed yet
Οὗτος Ναοὺμ ἕβδομος ἠξιώθη καὶ αὐτὸς προειπεῖν περὶ τῆς ἀναστάσεως τοῦ δεσπότου Χριστοῦ, καί φησιν· ἑόρταζε Ἰούδα τὰς ἑορτάς σου, ἀπόδος κυρίῳ τὰς εὐχάς σου, διότι οὐ μὴ προσθῶσιν ἔτι τοῦ διελθεῖν εἰς παλαίωσιν. Συντετέλεσται, ἐξῇρται· ἀνέβη ὁ ἐμφυσῶν εἰς πρόσωπόν σου, ὁ ἐξαιρούμενός σε ἐκ θλίψεως. Ναοὺμ ἦν ἀπὸ Ἐλκεσεῒ πέραν τοῦ εἰς Βηταβαρὴν ἐκ φυλῆς Συμεών. Οὗτος μετὰ τὸν Ἰωνᾶν τῇ Νινευῇ τέρας ἔδωκεν, ὅτι ἀπὸ ὑδάτων γλυκέων καὶ πυρὸς ὑπογείου ἀπολεῖται· ὃ καὶ γέγονεν. Ἡ γὰρ περιέχουσα αὐτὴν λίμνη κατέκλυσεν αὐτὴν ἐν σεισμῷ καὶ ἀπώλεσε· καὶ πῦρ ἐκ τῆς ἐρήμου ἐπελθὸν τὸ ὑψηλότερον αὐτῆς ἐνέπρησε μέρος· ἀπέθανε δὲ ἐν εἰρήνῃ καὶ ἐτάφη ἐν τῇ γῇ αὐτοῦ.