# De prophetarum vita et obitu (Dorothei recensio) Εἰς τὸν Σοφονίαν. Σκοπεύων.

Pseudo-Dorotheus (Vitae Prophetarum), De prophetarum vita et obitu (Dorothei recensio), Εἰς τὸν Σοφονίαν. Σκοπεύων.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-dorotheus-vitae-prophetarum/de-prophetarum-vita-et-obitu-dorothei-recensio/%CE%95%E1%BC%B0%CF%82%20%CF%84%E1%BD%B8%CE%BD%20%CE%A3%CE%BF%CF%86%CE%BF%CE%BD%CE%AF%CE%B1%CE%BD.%20%CE%A3%CE%BA%CE%BF%CF%80%CE%B5%CF%8D%CF%89%CE%BD.

Οὗτος Σοφονίας ἔνατος καὶ αὐτὸς ἀξιωθεὶς προφητεῦσαι περὶ τοῦ δεσπότου Χριστοῦ, φησὶν γὰρ οὕτως· ἐπιφανήσεται κύριος ἐπ᾽ αὐτούς, καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν τῆς γῆς, καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ, πᾶσαι αἱ νῆσοι τῶν ἐθνῶν. Πάλιν λέγει· ὅτι μεταστρέψω ἐπὶ λαοὺς γλῶσσαν εἰς γενεὰς αὐτῆς τοῦ ἐπικαλεῖσθαι πάντας τὸ ὄνομα κυρίου τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνα. Ἐκ περάτων ποταμῶν Αἰθιοπίας οἴσουσι θυσίας μοι. Καὶ πάλιν λέγει· Χαῖρε σφόδρα, θύγατερερουσαλήμ, εὐφραίνου καὶ κατατέρπου ἐξ ὅλης τῆς καρδίας σου, θύγατερ Ἱερουσαλήμ, περιεῖλε κύριος τὰ ἀδικήματά σου, λελύτρωταί σε ἐκ χειρὸς ἐχθρῶν σου βασιλεύσει κύριος ἐν μέσῳ σου· οὐκ ὄψει κακὰ οὐκέτι, ἅπερ πάντα κυριώτερα ἐπὶ τοῦ δεσπότου Χριστοῦ ἁρμόζει. Σοφονίας ἦν ἐκ φυλῆς Συμεὼν ἐξ ἀγροῦ Σαβαρθαθά. Οὗτος προεφήτευσε περὶ τῆς πόλεως καὶ περὶ τέλους Ἰσραὴλ καὶ αἰσχύνης ἀσεβῶν· καὶ θανὼν ἐτάφη ἐν ἀγρῷ αὐτοῦ.

---

Pseudo-Dorotheus (Vitae Prophetarum), De prophetarum vita et obitu (Dorothei recensio), ed. Theodorus Schermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1750.tlg001.local001/.
