Ancient Greek
Εἰς τὸν Ἀγγαῖον. Ἑορτή.
Pseudo-Dorotheus (Vitae Prophetarum), De prophetarum vita et obitu (Dorothei recensio) Εἰς τὸν Ἀγγαῖον. Ἑορτή.
Not analysed yet
Οὗτος Ἀγγαῖος δέκατος ἠξιώθη καὶ αὐτὸς προειπεῖν περὶ τοῦ δεσπότου Χριστοῦ, ὡς εἰς πρόσωπον Ζοροβάβελ τὰ ἁρμόζοντα τῷ δεσπότῃ Χριστῷ λέγων. Καὶ θήσομαί σε σφραγῖδα, διότι σε ᾐρετισάμην, λέγει κύριος παντοκράτωρ, καθάπερ καὶ Ἰωάννης ὁ εὐαγγελιστὴς λέγει. Τοῦτον γὰρ ὁ πατὴρ ἐσφράγισεν ὁ θεός. Ἀγγαῖος νέος ἦλθεν ἐκ Βαβυλῶνος εἰς Ἱερουσαλὴμ καὶ φανερῶς περὶ τῆς ἐπιστροφῆς τοῦ λαοῦ προεφήτευσε. Καὶ εἶδεν ἐκ μέρους τὴν οἰκοδομὴν τοῦ ναοῦ· καὶ θανὼν ἐτάφη πλησίον τοῦ τάφου τῶν ἱερέων ἐνδόξως, ὡς αὐτοί.