# De prophetarum vita et obitu (Dorothei recensio) Εἰς τὸν Ἀμβακούμ. Περίληψις.

Pseudo-Dorotheus (Vitae Prophetarum), De prophetarum vita et obitu (Dorothei recensio), Εἰς τὸν Ἀμβακούμ. Περίληψις.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-dorotheus-vitae-prophetarum/de-prophetarum-vita-et-obitu-dorothei-recensio/%CE%95%E1%BC%B0%CF%82%20%CF%84%E1%BD%B8%CE%BD%20%E1%BC%88%CE%BC%CE%B2%CE%B1%CE%BA%CE%BF%CF%8D%CE%BC.%20%CE%A0%CE%B5%CF%81%CE%AF%CE%BB%CE%B7%CF%88%CE%B9%CF%82.

Οὗτος Ἀμβακοὺμ ὄγδοος καὶ αὐτὸς ἀξιωθεὶς εἰπεῖν περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ οὕτως· ἴδετε οἱ καταφροντηταὶ καὶ ἐπιβλέψατε καὶ θαυμάσατε καὶ ἀφανίσθητε, διότι ἐγὼ ἔργον ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν, ὃ οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγῆται. Ταύτην τὴν χρῆσιν ἁρμοδίως ὁ Παῦλος ἐπὶ τῆς ἀναστάσεως τοῦ δεσπότου Χριστοῦ ἔλαβεν ἐν Ἀντιοχείᾳ τῆς Πισιδίας. Ἀμβακοὺμ ἦν ἐκ φυλῆς Συμεὼν ἐξ ἀγροῦ Βηθιτουχάρ. Οὗτος εἶδε πρὸ τῆς αἰχμαλωσίας περὶ τῆς ἁλώσεως ερουσαλήμ, καὶ ἐπένθησεν. Ναβουχοδονόσορ ὅτε ἦλθεν εἰς Ἱερουσαλήμ, ἔφυγεν εἰς Ὀστρακίνην καὶ ἦν πάροικος ἐν γῇ Ἱσμαήλ. Ὡς δὲ ὑπέστρεψαν οἱ Χαλδαῖοι καὶ οἱ κατάλοιποι οἱ ὄντες εἰς Ἱερουσαλὴμ καὶ κατέβησαν εἰς Αἴγυπτον, ἦν παροικῶν γῆν αὐτοῦ. Καὶ ἐλειτούργει θερισταῖς τοῦ ἀγροῦ αὐτοῦ. Ὡς δὲ ἔλαβε τὸ ἔδεσμα, προεφήτευσε τοῖς ἰδίοις εἰπών· πορεύομαι εἰς γῆν μακρὰν καὶ ταχέως ἐλεύσομαι, εἰ δὲ βραδύνω, ἐνέγκατε τοῖς θερισταῖς. Καὶ γενόμενος ἐν Βαβυλῶνι, καὶ δοὺς τὸ ἄριστον τῷ Δανιὴλ ἐπέστη τοῖς θερισταῖς ἐσθίουσι καὶ οὐδὲν εἶπε τῶν γενομένων. Συνῆκε δὲ ὅτι τάχιον ἐπιστρέψει ὁ λαὸς ἀπὸ Βαβυλῶνος. Καὶ πρὸ δύο ἐτῶν ἀποθνήσκει τῆς ἐπιστροφῆς καὶ ἐτάφη ἐν ἀγρῷ ἰδίῳ μόνος ἐν τῇ Ἰουδαίᾳ. Καὶ περὶ συντελείας τοῦ ναοῦ προεῖπεν, ὅτι ὑπὸ ἔθνος δυτικὸν γενήσεται. Τότε τὸ ἅπλωμά φησι τοῦ Δαβεὶρ καὶ τὰ ἐπίκρανα τῶν δύο στύλων ἀφαιρεθήσονται, καὶ οὐδεὶς γνώσεται ποῦ ἔσονται. Αὐτὰ δὲ ἐν τῇ ἐρήμῳ ἀπενεχθήσονται ὑπὸ ἀγγέλου, ὅπου ἐν ἀρχῇ ἐπάγη ἡ σκηνὴ τοῦ μαρτυρίου, καὶ ἐν αὐτοῖς γνωσθήσεται ἐπὶ τέλους κύριος, καὶ φωτίσει τοὺς διωκομένους ὑπὸ τοῦ ὄφεως ἐν σκότει, ὡς ἐξ ἀρχῆς.

---

Pseudo-Dorotheus (Vitae Prophetarum), De prophetarum vita et obitu (Dorothei recensio), ed. Theodorus Schermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1750.tlg001.local001/.
