# De prophetarum vita et obitu (Dorothei recensio) Εἰς τὸν Ἡσαΐαν..1

Pseudo-Dorotheus (Vitae Prophetarum), De prophetarum vita et obitu (Dorothei recensio), Εἰς τὸν Ἡσαΐαν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-dorotheus-vitae-prophetarum/de-prophetarum-vita-et-obitu-dorothei-recensio/%CE%95%E1%BC%B0%CF%82%20%CF%84%E1%BD%B8%CE%BD%20%E1%BC%A9%CF%83%CE%B1%CE%90%CE%B1%CE%BD..1

Οὗτος ὁ μέγας Ἡσαΐας ὁ υἱὸς τοῦ Ἀμώς, ὃς τύπῳ μὲν εἶδε τὰ κατὰ τὸ μυστήριον τοῦ Χριστοῦ, ὅτε εἶδε τὸν κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου· καὶ σεραφεὶμ εἱστήκεσαν κύκλῳ αὐτοῦ, ἕξ πτέρυγες τῷ ἑνὶ καὶ ἓξ πτέρυγες τῷ ἑνὶ ἑαυτὰ κατακαλύπτοντα, καὶ ἔκραζον ἕτερος πρὸς τὸν ἕτερον· ἅγιος ἅγιος ἅγιος κύριος σαβαώθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. Ἐπὶ τούτοις ἀπεστάλη ἓν τῶν σεραφεὶμ καὶ ἔλαβε τῇ λαβίδι ἄνθρακα ἀπὸ τοῦ θυσιαστηρίου, καὶ ἥψατο τῶν χειλέων αὐτοῦ λέγων· τοῦτο ἀφελεῖ τὰς ἁμαρτίας σου, σαφῶς διὰ τῆς ὄψεως τῆς δειχθείσης καὶ τοῦ ὕμνου καὶ τοῦ τύπου διδαχθεὶς προμηνῦσαι τὸ κατὰ Χριστὸν μυστήριον. Ἔτι δὲ πάλιν καὶ λόγῳ φησὶν οὕτως· ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος. Ταύτην τὴν χρῆσιν ὁ Αἰθίωψ εὐνοῦχος ἀναγνοὺς τὸν Φίλιππον παρεκάλει ἐρμηνευθῆναι αὐτῷ αὐτήν, ὃς τάχιστα περὶ τοῦ δεσπότου Χριστοῦ αὐτὴν ἡρμήνευσεν εἰρῆσθαι ὑπὸ τοῦ προφήτου. Ἔτι πάλιν λέγει· Ἄνθρωπος ἐν πληγῇ ὤν καὶ εἰδὼς φέρειν μαλακίαν. Καὶ πάλιν· ὅτι ἀνομίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, καὶ κύριος βούλεται καθαρίσαι αὐτὸν ἀπὸ τῆς πληγῆς καὶ δεῖξαι αὐτῷ φῶς. Καὶ πάλιν· οὕτω λέγει κύριος· ἰδοὺ ἐγὼ ἐμβαλῶ εἰς τὰ θεμέλια Σιὼν λίθον πολυτελῆ ἐκλεκτὸν ἀκρογωνιαῖον ἔντιμον εἰς τὰ θεμέλια αὐτῆς. Καὶ ὁ πιστεύων ἐπ᾽ αὐτῷ οὐ μὴ καταισχυνθῇ. Καὶ πάλιν· ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσσαί, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ᾽ αὐτῷ ἔθνη ἐλπιοῦσι. Καὶ πάλιν· πνεῦμα κυρίου ἐπ᾽ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με. Τοῦτο ἀναγνοὺς ὁ κύριος ἐν τῇ συναγωγῇ τοῖς σάββασιν εἶπεν· Ἀμὴν λέγω ὑμῖν, σήμερον ἐπληρώθη ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν. Ἡσαΐας ἦν ἀπὸ Ἱερουσαλήμ· θνήσκει δὲ ὑπὸ Μανασσῆ πρισθεὶς εἰς δύο, καὶ ἐτέθη ὑποκάτω δρυὸς Ῥωγὴλ ἐχόμενα τῆς διαβάσεως τῶν ὑδάτων ὧν ἀπώλεσεν Ἐζεκίας ὁ βασιλεὺς χώσας αὐτά. Καὶ ὁ θεὸς τὸ σημεῖον τοῦ Σιλωὰμ ἐποίησε διὰ τὸν προφήτην, ὅτι πρὸ τοῦ ἀποθανεῖν ὀλιγοψυχήσας ηὔξατο πιεῖν ὕδωρ, καὶ εὐθέως ἀπεστάλη αὐτῷ ἐξ αὐτοῦ· διὰ τοῦτο ἐκλήθη Σιλωάμ, ὅπερ ἑρμηνεύεται ἀπεσταλμένος· καὶ ἐπὶ τοῦ Ἐζεκία πρὸ τοῦ ποιῆσαι τοὺς λάκκους καὶ τὰς κολυμβήθρας ἐπὶ εὐχῇ τοῦ Ἡσαΐου μικρὸν ὕδωρ ἐξῆλθεν, ὅτι ἦν ὁ λαὸς ἐν συγκλεισμῷ ἀλλοφύλων, καὶ ἵνα μὴ διαφθαρῇ ἡ πόλις, ὡς μὴ ἔχουσα ὕδωρ. Ἠρώτων γὰρ οἱ πολέμιοι, πόθεν πίνουσιν· καὶ χαρακώσαντες τὴν πόλιν παρεκαθέζοντο τῷ Σιλωάμ. Ὅταν οὖν ηὔχοντο σὺν τῷ Ἡσαΐᾳ οἱ Ἰουδαῖοι, ἐξήρχετο τὸ ὕδωρ· διὸ ἕως τῆς σήμερον αἰφνιδίως ἐξέρχεται, ἵνα δειχθῇ τὸ μέγα τοῦτο μυστήριον. Καὶ ἐπειδὴ διὰ τοῦ Ἡσαΐου τοῦτο γέγονε, μνήμης χάριν καὶ ὁ λαὸς τῶν Ἰουδαίων πλησίον αὐτὸν τὸν Σιλωὰμ ἔθαψαν ἐπιμελῶς καὶ ἐνδόξως, ἵνα διὰ τῶν ὁσίων αὐτοῦ προσευχῶν καὶ μετὰ θάνατον αὐτοῦ ὡσαύτως ἔχωσι τὴν ἀπόλαυσιν τοῦ ὕδατος, ὅτι καὶ χρησμὸς ἐδόθη αὐτῷ περὶ αὐτοῦ τοῦ ποιῆσαι οὕτως. Ἔστι δὲ ὁ τάφος ἐχόμενος τοῦ τάφου τῶν βασιλέων, ὄπισθεν τοῦ τάφου τῶν Ἰουδαίων ἐπὶ τὸ μέρος τὸ πρὸς νότον. Σολομῶν γὰρ ἐποίησε τοὺς τάφους τοῦ Δαβὶδ διαγράψας κατὰ ἀνατολὰς τῆς Σιών, ἥτις ἔχει εἴσοδον ἀπὸ αβαὼν μήκοθεν τῆς πόλεως σταδίους εἴκοσιν. Ἐποίησε δὲ ταύτην σκολιάν, σύνθετον, ἀνυπονόητον· καὶ ἔστιν ἡ εἴσοδος ἕως τῆς σήμερον τοῖς πολλοῖς ἀγνοουμένη τῶν ἱερέων καὶ ὅλῳ τῷ λαῷ. Ἐκεῖ εἶχεν ὁ βασιλεὺς Σολομῶν τὸ χρυσίον τὸ ἐξ Αἰθιοπίας καὶ τὰ ἀρώματα. Καὶ ἐπειδὴ ἔδειξεν Ἐζεκίας τὸ μυστήριον Δαβὶδ καὶ Σολομῶντος τοῖς ἔθνεσι καὶ ἐμίανεν ὀστᾶ τῶν προπατόρων αὐτοῦ, διὰ τοῦτο ὁ θεὸς ἐπηράσατο εἰς δουλείαν ἔσεσθαι τὸ σπέρμα αὐτοῦ τοῖς ἐχθροῖς αὐτοῦ, καὶ ἄκαρπον αὐτὸν καὶ ἄγονον ἐποίησεν ὁ θεὸς ἀπὸ τῆς ἡμέρας ἐκείνης.

---

Pseudo-Dorotheus (Vitae Prophetarum), De prophetarum vita et obitu (Dorothei recensio), ed. Theodorus Schermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1750.tlg001.local001/.
