Ancient Greek
Εἰς τὸν Ὠσηέ. Σωζόμενος.
Pseudo-Dorotheus (Vitae Prophetarum), De prophetarum vita et obitu (Dorothei recensio) Εἰς τὸν Ὠσηέ. Σωζόμενος.
Not analysed yet
Οὗτος Ὠσηὲ τῶν ιβʹ προφητῶν ὁ πρῶτος, ἀξιωθεὶς εἰπεῖν περὶ τοῦ δεσπότου Χριστοῦ οὕτως· ὅταν θλίβωσιν, ὀρθρίσουσιν πρός με λέγοντες· δεῦτε ἐπισρέψωμεν πρὸς κύριον τὸν θεὸν ἡμῶν, ὅτι αὐτὸς ἥρπακε καὶ ἰάσεται ἡμᾶς πλήξας, μοτώσει ἡμᾶς, ὑγιάσει ἡμᾶς μετὰ δύο ἡμέρας, ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστησόμεθα ἐνώπιον αὐτοῦ, καὶ γνωσόμεθα. Ἐκ ταύτης τῆς χρήσεως ὁ ἀπόστολος λέγει Παῦλος τοῖς Κορινθίοις· παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις, ὃ καὶ παρέλαβον, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς, καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἐγήγερται τῇ ἡμέρᾳ τῇ τρίτῃ κατὰ τὰς γραφάς· οὐκ ἔστιν ἀλλαχόθεν εὑρεῖν. Ἔτι λέγει ὁ προφήτης ἁρμόζων ἐπὶ τοῦ δεσπότου Χριστοῦ· σάρξ μου ἐξ αὐτῶν. Πάλιν λέγει· ἐκύκλωσέ με ἐν ψεύδει Ἐφραὶμ καὶ ἐν ἀσεβείᾳ οἶκος Ἰσραὴλ καὶ Ἰούδα. Νῦν ἔγνω αὐτοὺς ὁ θεός, καὶ λαὸς ἄγιος κεκλήσεται τοῦ θεοῦ ἀπὸ τῆς φυλῆς διὰ τὸν ἐξ αὐτῆς ἀναδεικνύμενον κατὰ σάρκα δεσπότην Χριστόν, λαὸν ἄγιον θεοῦ ὀνομάσας τὸν Ἰούδαν. Ἔτι πάλιν ὁ αὐτὸς προφήτης· ἐκ χειρὸς Ἅιδου ῥύσομαι αὐτούς· ποῦ ἡ δίκη σου, θάνατε; ποῦ τὸ κέντρον σου, Ἅιδη; ταύτῃ τῇ χρήσει ἐχρήσατο ὁ ἀπόστολος Παῦλος ἐπὶ τῆς ἀναστάσεως. Οὗτος Ὠσηὲ ἦν ἐκ Βελεμὼθ τῆς φυλῆς Ἰσσάχαρ καὶ ἐτάφη ἐν τῇ γῇ αὐτοῦ ἐν εἰρήνῃ.