Ancient Greek · ~1 min
Section 4
Pseudo-Dorotheus (Vitae Prophetarum), De prophetarum vita et obitu (recensio scholiis Hesychii aliorumque patrum in prophetas adjecta) 4
Not analysed yet
δʹ. Ἀβδιοῦ ἑρμηνεύεται δοῦλος ἐξομολογητός. Οὗτος ἦν ἐκ τῆς Συχέμ. Οὗτος ἦν ὁ τριστάτης ἑκατόνταρχος· ὁ τρίτος Ὀχοζίου καὶ δεηθεὶς τοῦ Ἠλίου, καὶ διασωθεὶς παραδόξως ἐγένετο αὐτοῦ λειτουργός. Πολλὰ δὲ παθὼν καὶ ὑπὸ τοῦ Ἀχαὰβ διὰ τὸν Ἠλίαν τέλος καταφρονήσας θανάτου, καταλιπὼν τὸν βασιλέα, ἠκολούθησε τῷ Ἠλίᾳ καὶ προεφήτευσε καὶ ἀποθανὼν ἐν εἰρήνῃ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ.