Ancient Greek · ~7 min
1.1 to 1.19
Pseudo-Dorotheus (Vitae Prophetarum), Index apostolorum discipulorumque Domini 1.1-19
Not analysed yet
αʹ. Ἰάκωβος ὁ ἀδελφὸς τοῦ κυρίου καὶ πρῶτος ἐπίσκοπος Ἱεροσολύμων ὑπ᾽ αὐτοῦ τοῦ κυρίου γενόμενος. βʹ. Κλεοπᾶς ὁ καὶ Συμεών, ὁ ἀνέψιος τοῦ κυρίου γεo γενόμενος καὶ δεύτερος ἐπίσκοπος Ἱεροσολύμων, ὅς καὶ εἶδεν αὐτὸν μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν. γʹ. Ματθίας ὁ ἀναπληρώσας τὸν ἀριθμὸν τῶν ιβʹ ἀποστόλων. δʹ. Θαδδαῖος ὁ τὴν ἐπιστολὴν Αὐγάρῳ τοπάρχῳ ἀποκοs ἐν Ἐδέσσῃ καὶ ἰασάμενος αὐτοῦ τὸ πάθος. εʹ. Ἀνανίας ὁ βαπτίσας τὸν ἅγιον Παῦλον καὶ Δαμασκοῦ μετέπειτα γενόμενος ἐπίσκοπος. ϛʹ. Στέφανος ὁ πρωτομάρτυς ὁ εἷς τῶν ἐκλελεγμένων ὑπὸ τῶν ιβʹ ἀποστόλων εἰς διακονίαν. ζʹ. Φίλιππος ὁ εἷς τῶν ζʹ, ὁ καὶ Σίμωνα καὶ τὸν εὐνοῦχον βαπτίσας, καὶ ἐν Τράλλεσι τῆς Ἀσίας γεγονὼς ἐπίσκοπος. ηʹ. Πρόχωρος ὁ εἷς τῶν. ζʹ καὶ ἐπίσκοπος Νικομηδείας τῆς Βιθυνίας γενόμενος. θʹ. Νικάνωρ ὁ εἷς τῶν ζʹ, ὃς κατ᾽ αὐτὴν τὴν ἡμέραν ἀπέθανε, καθ᾽ ἣν ὁ ἅγιος Στέφανος σὺν δισχιλίοις ἄλλοις τῶν ἠλπικότων εἰς τὸν Χριστόν. ιʹ. Τίμων ὁ εἷς τῶν ζʹ, ὃς ἐπίσκοπος Βοστρῶν τῶν Ἀράβων γενόμενος ἐκαύθη ὑπὸ τῶν Ἑλλήνων. ιαʹ. Παρμενᾶς ὁ εἷς τῶν ζʹ, ὃς ἐπ᾽ ὄψεσι τῶν ἀποστόλων ἀπέθανεν ἐν τῇ διακονίᾳ αὐτοῦ. ιβʹ. Νικόλαος ὁ εἷς τῶν ζʹ, ὃς ἐπίσκοπος Σαμαρείας γενόμενος ἑτεροδόξησεν ἅμα τῷ Σίμωνι. ιγʹ. Βαρνάβας ὁ μετὰ Παύλου τῷ λόγῳ διακονήσας πρῶτον ἐν Ῥώμῃ τὸν Χριστὸν ἐκήρυξεν, ἐπίσκοπος εδιολάνου μετέπειτα γεγονώς. ιδʹ. Μάρκος, ὅς ὑπὸ Πέτρου τοῦ ἀποστόλου ἐπίσκοπος Ἀλεξανδρείας ἐγένετο καὶ εὐαγγελιστής. ιεʹ. Σιλᾶς ὁ σὺν τῷ Παύλῳ τῷ λόγῳ διακονήσας καὶ ἐν Κορίνθῳ ἐπίσκοπος γεγονώς. ιϛʹ. Λουκᾶς, ὅς κατὰ πᾶσαν τὴν γῆν τὸ εὐαγγέλιον σὺν Παύλῳ ἐκήρυξεν. ιζʹ. Σιλουανὸς ὁ σὺν τῷ Παύλῳ τῷ λόγῳ διακονήσας Θεσσαλονίκης ἐπίσκοπος γέγονεν. ιηʹ. Κρήσκης, οὗ μέμνηται ὁ ἀπόστολος ἐν τῇ πρὸς Τιμόθεον δευτέρᾳ ἐπιστολῇ, ὃς καὶ ἐπίσκοπος Χαλκηδόνος τῆς ἐν Γαλλίᾳ ἐγένετο. ιθʹ. Ἐπαίνετος, οὗ ὁ ἀπόστολος μέμνηται ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ, ὅς καὶ ἐπίσκοπος Καρθαγένης ἐγένετο.