# De remediis parabilibus [Περὶ αἰγίλωπος.]-[Πρὸς βιασμούς.]

Pseudo-Galen, De remediis parabilibus, [Περὶ αἰγίλωπος.] to [Πρὸς βιασμούς.]. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-galen/de-remediis-parabilibus/%5B%CE%A0%CE%B5%CF%81%E1%BD%B6%20%CE%B1%E1%BC%B0%CE%B3%CE%AF%CE%BB%CF%89%CF%80%CE%BF%CF%82.%5D

Χολὴν βοὸς καὶ ὑγρόπισσον καὶ ὄξος ἑνώσας ποίει ἔμπλαστρον καὶ ἐπίθες· ἢ πηγάνου φύλλα μετὰ χωρυγίου ἐπίθες εἰς τὰς ὀπάς. Ἀριορεπανίου ῥίζαν βάλλε μετ᾿ οἴνου γλυκέος καὶ δὸς πιεῖν τῷ κάμνοντι. Τρῖψον πέπερι κόκκους ιε΄. καὶ ἅλας ὁμοίως βάλλε ἄπλυτον καὶ τεάφην καὶ ἑνώσας μετὰ ἀφοδεύματος ὀρνιθίου ξανθοῦ, σὺν ἐλαίῳ ἄλειφε· ἢ δαύκου σπέρμα καὶ μελάνθιον καὶ πράσον λειώσας πότισον. Λαβὼν χαμαίδρυν καὶ κριθάλευρον καὶ ζυμώσας ταῦτα μέλιτι ἐπίχριε καὶ κατάπλαττε. Βάλλε δενδρολίβανον εἰς τζουκάλιον μετὰ οἴνου παλαιοῦ καὶ ἀποτριτώσας ἐν λουτρῷ πότισον· ἢ ἔλαιον καὶ οἶνον ὁμοίως ποίησον καὶ πότισον ἐν λουτρῷ χλιαρόν. Κύμινον καὶ κιννάμωμον κοπανήσας ἀμφότερα καὶ βαλὼν σμύρναν καὶ μαστίχην καὶ βλυσκούνην ὀλίγον καὶ ἑψήσας καὶ προσμίξας δὸς πιεῖν· ἢ ἡδυόσμου κλῶνας γ΄. καὶ ῥοΐδιον καὶ φοινίκια πότισον. Φέρε ὕδωρ καὶ βράσον λινόσπερμα μετὰ μέλιτος καὶ κατάπλασον εἰς τὴν καρδίαν. Κύμινον καὶ σίτινον ἄλευρον καὶ οἶνον παλαιὸν ποίησον κατάπλασμα καὶ τίθει ἐπάνω τῆς καρδίας. Κράμβης φύλλα καὶ ἀμμωνιακὸν καὶ ὄξος δριμὺ τρῖψον καὶ μίξας ἐπίχριε τὸν τόπον ἡμέρας γ΄. ἢ πλατάνου φύλλα ἕψησον μεθ᾿ ὕδατος, ἕως οὗ ἀποτριτωθῇ, καὶ πότισον· ἢ κραμβίου φύλλα φλόγισον ἐν πυρὶ καὶ λειώσας μετὰ οἴνου πότισον. Ταύρου κέρατα ξυόμενα καὶ μετὰ ὕδατος πινόμενα αἱμοῤῥοίας ἰᾶται, ἢ λουλάκην καὶ κραμβόσπερμα καὶ σκαμμωνίας, ἑνώσας τὰ τρία, δὸς πιεῖν. Κηκίδας τετριμμένας καὶ ῥοὸς ἄνθη. ἢ τὰ σίδια μετ᾿ οἴνου ἀποτριτώσας δὸς πιεῖν ἢ τῆλιν ἑψήσας μετὰ μέλιτος δὸς πιεῖν τὸν ζωμόν.

---

Pseudo-Galen, De remediis parabilibus, ed. Karl Gottlob Kühn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0530.tlg029.local001/.
