# De remediis parabilibus [Περὶ λυγμοῦ.]

Pseudo-Galen, De remediis parabilibus, ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΕΥΠΟΡΙΣΤΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ ΠΡΟΣΓΕΓΡΑΜΜΕΝΟΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-galen/de-remediis-parabilibus/%5B%CE%A0%CE%B5%CF%81%E1%BD%B6%20%CE%BB%CF%85%CE%B3%CE%BC%CE%BF%E1%BF%A6.%5D

Λυγμὸς γίνεται ἤτοι διὰ πλήρωσιν ἢ διὰ κένωσιν, ἢ δριμέων χυμῶν δακνόντων τὸν στόμαχον, ὧν ἐμεθέντων παύεται· πολλοὶ δὲ καὶ τὸ διὰ τριῶν πεπέρεων λαβόντες, εὐθέως ἂν ἐπιπίνωσιν οἶνον, λύζουσιν. ὅτι δὲ καὶ διαφθείροντες τινὲς λύζουσιν, ἔμετον μὲν ἂν εὕρομεν αὔταρκες ἴαμα τῶν διὰ πλῆθος ἢ δῆξιν λυζόντων, θερμασίαν δὲ τῶν διὰ ψύξιν· ὅταν δὲ ὑπὸ πληρώσεως ὑγρῶν γένηται λυγμὸς, βιαίας δεῖται κενώσεως. τοῦτο δὲ ὁ πταρμὸς ἐργάζεται. τοὺς δ᾿ ἐπὶ κενώσει λυγμοὺς οὐκ ἰᾶται πταρμὸς, διδόναι δὲ τοῖς λύζουσι πήγανον μετ᾿ οἴνου, ἢ νίτρον ἐν μελικράτῳ, ἢ σέσελι, ἢ δαῦκον, ἢ κύμινον, ἢ ζιγγίβερ, ἢ καλαμίνθην, ἢ νάρδον Κελτικήν· ταῦτα τῶν ἐπὶ διαφθορᾷ σιτίων, ἢ ἐπὶ ψύξεσιν, ἢ ἐπὶ πληρώσει, βοηθήματα. τοῖς δὲ ὑπὸ πλήθους λύζουσιν ἐπὶ ψυχροῖς, ἢ γλισχροῖς χυμοῖς καστόριον δίδου πίνειν δι᾿ ὀξυκράτου. καὶ κατὰ τοῦ δέρματος δὲ ἐπιτιθέμενον ὠφελεῖ ἅμα σικυωνίῳ παλαιῷ ἐλαίῳ. ἁρμόζει καὶ τὸ σκιλλητικὸν ὄξος, ἢ ὀξύμελι πινόμενον, καὶ κατοχὴ πνεύματος μεγάλως ὀνίνησι.

---

Pseudo-Galen, De remediis parabilibus, ed. Karl Gottlob Kühn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0530.tlg029.local001/.
