Ancient Greek · ~3 min
[Πρὸς αἰγίλωπας.] to [Ὀξυδερκικόν.]
Pseudo-Galen, De remediis parabilibus [Πρὸς αἰγίλωπας.]-[Ὀξυδερκικόν.]
Not analysed yet
Κόπρου περιστερᾶς ξηροῦ γο. δ΄. σὺν λιβάνῳ ἄῤῥενι λειώσας ἐπίπασον ἕως οὗ παύσῃ. ἐδοκιμάσθη γάρ. Πέρδικος ἄῤῥενος χολὴν μετὰ μέλιτος χρῖε. ἄλλο. λαδάνου γο. β΄. λειώσας μετὰ καλλίστου οἴνου καὶ ἐλαίου ἀφ᾿ ἱκανοῦ χρῖε τοὺς ὀφθαλμούς. Αἷμα μυὸς καὶ χολὴν ἀλέκτορος καὶ γάλα γυναικεῖον ἴσα μίξας καὶ λειώσας χρῶ· ἐδοκιμάσθη γὰρ καὶ ἄκρως ὠφέλησεν. Δαφνίδας ἐκλελεπισμένας ἀριθμὸν κοκκίων ι΄. κόμμεως γο. β΄. ὕδατι ὀμβρίῳ ποιήσας κολλύρια χρῖε τοῖς ὑποκεχυμένοις μετὰ οὔρου παιδίου ἀφθόρου, τοῖς δὲ ἀμβλυωποῦσι μετὰ ὕδατος ὀμβρίου. Μελίκρατον ἐγχυματίσας καὶ προβρέξας ὠὸν καὶ περικαθάρας καὶ τεμὼν εἰς β΄. δῆσον ἐπάνω τῶν ὀφθαλμῶν καὶ ὑπνώσει. Περδικιάδα βοτάνην μετὰ ψιχίων λειώσας, προβρέξας τὰ ψίχια ὀξυκράτῳ χρῶ. Μαράθρου ξύλον τρίψας καλῶς μετὰ μέλιτος πωλίου νεαροῦ ἀκάπνῳ χρῶ ἐπιχρίων.