Ancient Greek · ~7 min
[Πρὸς δυσουρίαν.] to [Περὶ ποδαλγίας.]
Pseudo-Galen, De remediis parabilibus [Πρὸς δυσουρίαν.]-[Περὶ ποδαλγίας.]
Not analysed yet
Πάγουρον ποτάμιον κοπανήσας καὶ εἰς πανίον ἀποπιάσας δὸς πιεῖν· ἢ μαράθρων ῥίζας ἀποτριτώσας δὸς πιεῖν τῷ πάσχοντι. Ἄσβεστον καὶ ἀρσενίκιον νέον ἑνώσας, ἐπίθες. Πεντάνευρον καὶ σκορπίδιον καὶ ὄξος βραχὺ ἄλειφε τὸν τόπον, ἢ βάλλε σίνηπι καὶ ἰσχάδας καὶ κοπάνησον καὶ ἐπίπλασον ἐν λουτρῷ. Μαλάχην καὶ κριθάλευρον καὶ λινόσπορον κοπανίσας καὶ τηγανίσας μετ᾿ ἐλαίου ἐπίθες τῷ τόπῳ. Λαβὼν πίσσαν καὶ κόνιν τοῦ λιβάνου καὶ φοινίκια καὶ ἄνθος μαλάχης καὶ τοῦ ὠοῦ τὸ λευκὸν ἐπίθες καὶ ἐπάνω στυππεῖα καὶ καλάμωσον καὶ φασκίωσον, καὶ ἰᾶται. Χαμαίδρυν ἑψήσας μετ᾿ οἴνου παλαιοῦ δὸς πιεῖν τρίτον. Ὄστρακον πυρωθὲν ἐπίθες, ἢ πτερύγιον μετὰ μέλιτος δὸς πιεῖν, ἢ κύψας οἷον λίθον πιάσῃς ἐπίθες. Καρίδιον καὶ πλατυκύμινον καὶ ζωχίου ῥίζαν ἀποτριτώσας δὸς πιεῖν μετ᾿ οἴνου παλαιοῦ καὶ φορείτω καὶ γλανέων ὀστᾶ, καὶ γὰρ καπνιζόμενα δαίμονας διώκει. Λαγωοῦ μήτραν φρύξας καὶ λειώσας πότισον συνεχῶς. ἐχέτω δὲ καὶ τὸ αἷμα αὐτοῦ, ἢ ἀλώπεκος κόπρον μίξας μετὰ βοείου ἀλείμματος ἄλειφε τὸ αἰδοῖον τῆς γυναικὸς ὁμοίως καὶ τοῦ ἀνδρός. Γάλα γυναικεῖον μετὰ μέλιτος καὶ ῥίζας ἀμαράνθου δὸς πιεῖν καὶ ἐξέρχεται. Μάραθρον καὶ ἄνηθον μετὰ μέλιτος ἑψήσας καὶ οἴνου χρῖε καθ᾿ ἡμέραν τοὺς μασθοὺς, καὶ ποιεῖ γάλα ἡ γυνή. Ὄρνιθα σφάξας καὶ καρφίον τυλίξας πάνην λινοῦν καὶ βάλλε ἔσωθεν τῆς ὄρνιθος καὶ ἃς ἑψηθῇ καὶ δὸς πιεῖν τὸν ζωμὸν, ῥάψον δὲ τὴν ὄρνιν, ἢ ὄψιν ψωμίου καὶ μανητάρην ἀληθινὸν, καὶ καρίδιον καύσας δὸς πιεῖν. Κόψον γούλαν ἀλέκτορος καθώς ἐστι μετὰ τοῦ λάρυγγος καὶ καύσας καὶ τρίψας καλῶς μετ᾿ οἴνου παλαιοῦ δὸς πιεῖν. Ῥεπαπόσπορον τρίψας ἔνιε μετὰ μέλιτος καὶ τίθου εἰς ῥάκος καὶ τύλιξον τὸ αἰδοῖον. Σίνηπι καὶ ἡδύοσμον ἕψει μετ᾿ ὄξους καὶ τίθει. Ὕδωρ θαλάσσιον, βρύον θαλάσσης ἐκζέσας καὶ ὑποπιάσας ἐπίθες. Σμύρναν λεγόμενον μοὺρ καὶ ψύλλιον ἤτοι πυζουρκατοῦν μύστρον μετ᾿ ὄξους ἄλειφε τοὺς πόδας.