Ancient Greek · ~6 min
[Πρὸς κοιλιακοὺς ἐργαλεῖον.] to [Εἰς πεσόντας ὀδόντας ἀπὸ πληγῆς.]
Pseudo-Galen, De remediis parabilibus [Πρὸς κοιλιακοὺς ἐργαλεῖον.]-[Εἰς πεσόντας ὀδόντας ἀπὸ πληγῆς.]
Not analysed yet
Μύρτων χλωρῶν, ῥόδων ξηρῶν, σιδίων ῥοιᾶς, βαλαύστια, κηκίδας ε΄. οἰνομέλιτι φυράσας διὰ γαστρὸς παράπεμψον, ἢ κυάμου λέπυρα σὺν οἴνῳ ἀποζέσας ἔνιε διὰ κλυστῆρος· ἢ φακὴν ἀποζέσας τὸν χυλὸν χλιάριον ὁμοίως ποίει· ἢ ὀρύζης μὴ κεκαθαρισμένης τὸν χυλὸν ὁμοίως, ἢ σιδηρίτιδος βοτάνης τὸν χυλὸν χλιαρὸν ὁμοίως, ἢ ἀκακίας χυλὸν ἔνιε, ἢ ψιμύθιον καὶ λιθάργυρον λειώσας μετὰ μέλιτος καὶ οἴνου παράπεμψον. Κύμινον μετὰ μέλιτος δίδου φαγεῖν καὶ θαυμάσεις· ἢ καλάμου ῥίζαν καύσας πότισον μετὰ οἴνου κύλικος ἑνός. Ὀρίγανον μετὰ ὕδατος ἑψήσας δίδου πιεῖν. ἄλλο. σηπίας ὄστρακον καύσας καὶ τρίψας μετὰ οἴνου παλαιοῦ δὸς πιεῖν· ἢ βάτου καρπὸν σὺν τοῖς φύλλοις ἀποτριτώσας δὸς πιεῖν. ἄλλο. κύμινον Ἑλλαδικὸν καὶ κηκίδα ἄτριπτον καῦσον καὶ μετὰ οἴνου παλαιοῦ δὸς πιεῖν μετὰ τὸ ἀποτριτωθῆναι ἐπὶ ἡμέρας τρεῖς. Ἀρσενικοῦ σχιστοῦ γο. γ΄. σφέτλης δρυΐνης γο. δ΄. λειώσας πάντα ὁμοῦ ἔχε ξηρίον, ἐπὶ δὲ τῆς χρείας ἀπονίψας οὔρῳ παιδὸς ἀφθόρου τοὺς τόπους ἐπίπασον. Ῥίζαν σιλφίου κόψας καὶ λειώσας κατάπλασον. [Ξηρίον πρὸς βεβρωμένας οὔλας καὶ ὀδόντας σειομένους.] Μαστίχης γο. α΄. λιβάνου γο. β΄. σμύρνης, ῥόδων ξηρῶν ἀνὰ γο. γ΄. σαρκοκόλλης, κηκίδος ἀνὰ γο. δ΄. ὁμοῦ λειώσας ἐπίπασον τὰ οὖλα, προδιακλύσας ἀειζώου, ἢ μύρτων, ἢ σχοίνου, ἢ ἄγνου, ἢ ἐλαίας τῶν φύλλων τῶν χλιαρῶν. Ὕσσωπον ἢ ὀρίγανον μετὰ ὄξους ἑψήσας δὸς διακλύζεσθαι· ἢ πύρεθρον καὶ πέπερι καὶ ζέμμα καὶ μαστίχην ἐξ ἴσου δίδου διαμασᾶσθαι. ἄλλο. σταφίδας ἀγρίας κόκκους δ΄. μαστίχης κόκκους η΄. δίδου διαμασᾶσθαι. Σταφίδας ἐν ἐλαίῳ ζέσας πυρίαζε τὸν τόπον καὶ γῆν ἑξῆς τῷ ὄξει, τῆς ὀδύνης δηλονότι ἐρεθιζούσης, ἐπὶ ἡμέρας δὲ τρεῖς ποίει, οὕτως καὶ πάλιν ἀναφύουσιν οἱ ὀδόντες.