# De remediis parabilibus [Πρὸς κυνοδήκτους.]-2-[Εἰς σπλῆνα κατάπλασμα πάνυ καλόν]

Pseudo-Galen, De remediis parabilibus, [Πρὸς κυνοδήκτους.] to [Εἰς σπλῆνα κατάπλασμα πάνυ καλόν]. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-galen/de-remediis-parabilibus/%5B%CE%A0%CF%81%E1%BD%B8%CF%82%20%CE%BA%CF%85%CE%BD%CE%BF%CE%B4%CE%AE%CE%BA%CF%84%CE%BF%CF%85%CF%82.%5D-2

Κνίδης σπέρμα καταπλασσόμενον, ἢ πρασίας μελαίνης τὰ φύλλα καταπλασσόμενα, ἢ μελισσόφυλλον σὺν οἴνῳ πινόμενον, ἢ τοῖς δήγμασι ἐπιτιθέμενον, ἢ σκόροδα καταπλαττόμενα καὶ ὀπτὰ ἐσθιόμενα καὶ πινόμενα. Λυσσοδήκτων τοῖς τραύμασι κράμβης φύλλα λεῖα μετὰ σιλφίου καὶ ὄξους ἐπιτιθέσθω· καθ᾿ ἑαυτὴν γὰρ λυττῶντος κυνὸς δῆγμα ὠφελεῖ. καὶ τὸ ἀφέψημα αὐτῆς πινόμενον. ἑφθὴ δὲ κράμβη προτρωγομένη φθισικοὺς θεραπεύει. καὶ τὰς περὶ ἀρτηρίαν διαθέσεις ἰᾶται. λειοτριβηθεῖσα δὲ καὶ καταπλασθεῖσα ἐπὶ σπληνὸς τοῦτο ὑπεκτήκει. Λεύκη ξηρὰ μέλιτι λειωθεῖσα καὶ ἐπιχρισθεῖσα τῷ τραχήλῳ, ἢ καρδάμου σπόρον καὶ κόπρον περιστερᾶς σὺν μέλιτι ἐμπλασσόμενον. Ἀμάραντον ἀποβρέξας μεθ᾿ ὕδατος ὀψὲ καὶ πρωῒ πότισον. Ἐλενίου, σινήπεως, δαφνίδων κατὰ λόγον κοπανίσας, εἶτα ἐξελὼν φλοῦν καρύας νέας κόψον μικρά. εἶτα βάλλε ἐν ὅλμῳ καὶ κόψον αὐτὸν ἰσχυρῶς καὶ ἐκβαλὼν ἀπόβρεξον ἐν ὄξει δριμεῖ ἡμέρας τρεῖς καὶ ἑνώσας ἀμφότερα μετὰ χυλοῦ τιβεριάδος ἕψει ἕως γένηται κατάπλασμα καὶ τίθει ἐπάνω τῆς σπληνὸς ἀπὸ πρωῒ ἕως ἡμέρας η΄. προκενώσας τὴν γαστέρα καὶ θαυμάσεις.

---

Pseudo-Galen, De remediis parabilibus, ed. Karl Gottlob Kühn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0530.tlg029.local001/.
