Ancient Greek · ~7 min
[Ἀποφλεγματισμὸς ἀνασπῶν ἐκ τοῦ στομάχου φλέγμα ἐσθιόμενος· ἀπὸ δὲ τῆς κεφαλῆς, ἀναγαργαριζόμενος.] to [Πρὸς τὸ κινεῖν ἱδρῶτας καὶ ἀποπαύειν πυρετούς.]
Pseudo-Galen, De remediis parabilibus [Ἀποφλεγματισμὸς ἀνασπῶν ἐκ τοῦ στομάχου φλέγμα ἐσθιόμενος· ἀπὸ δὲ τῆς κεφαλῆς, ἀναγαργαριζόμενος.]-[Πρὸς τὸ κινεῖν ἱδρῶτας καὶ ἀποπαύειν πυρετούς.]
Not analysed yet
Ὀριγάνου, κόμμεως, ὑσσώπου, σαμψύχου, γλήχωνος, θύμου, ταῦτα ἕψει μετὰ γλυκέος γο. γ΄. ἕως οὗ γένηται α΄. καὶ δίδου ἀναγαργαρίζεσθαι. ἐκτινάσσει γὰρ καὶ τὰ ἐν τῷ πνεύμονι ἐσθιόμενος. ποιεῖ δὲ τοῦτο ἐπὶ ἡμέρας, πεπείραται γάρ. Κόριδας ἀπὸ κλίνης λειώσας κατάχριε τὸν οὐρητῆρα καὶ εὐθέως οὐρήσει. τοῦτο δὲ καὶ παιδίοις μὴ δυναμένοις οὐρῆσαι ποιεῖ. Δαφνίδων καὶ πεπέρεως ἴσα κόψας καὶ σήσας μετὰ ὑδρομέλιτος μέτρον α΄ δίδου. ἑκάστῳ δὲ τὸ ὑδρομέλι θερμόν. Δάφνης φλοιὸν ἀναζέσας ὕδατι συμφύρα καὶ δίδου ἐκ τούτου ῥοφᾷν. ἐνεργεῖ γὰρ λίαν. Ζιγγιβέρεως δραχ. β΄. κράμβης σπέρμα δραχ. δ΄. μήκωνος δραχ. α΄. χυλὸν ἀναλαβὼν ποίει καταπότια καὶ δίδου τῷ πάσχοντι. Θύμου καὶ μαράθρου ἐξ ἴσου κόψας ἐν εὐκράτῳ θερμῷ δὸς πιεῖν. Ἀσάρου, μίσυος, νάρδου Κελτικῆς ἴσα ἀναλάμβανε μέλιτι Ἀττικῷ ἀπηφρισμένῳ καὶ δίδου καρύου Ποντικοῦ τὸ μέγεθος, εὐρωστεῖν γὰρ ποιεῖ καὶ πρεσβύτας, τοὺς ξηρὰν ἔχοντας ῥύσιν καὶ εὐτονωτέραν ποιεῖ. Ῥίζαν κρίνου δὸς πιεῖν προαναζέσας, ἢ ὑοσκυάμου χυλὸν ἢ καρπὸν μετὰ οἰνογάλακτος φυράσας ἔμβαλλε εἰς δέρμα ἐλάφου καὶ περίαπτε τὸν δεξιὸν μηρὸν καὶ θαυμάσεις. ἄλλο. συάγρου ὄνυχας ὀπτήσας μετ᾿ οἴνου πότισον, ἢ ἀλέκτορος ὄρχιν ὀπτήσας δὸς φαγεῖν. ἄλλο. κοχλίαν καύσας μετὰ τοῦ ὀστράκου καὶ λειώσας δίδου πιεῖν μετὰ οἴνου εἰς κοίτην. Λινοσπέρμου, πεπέρεως, πετροσελίνου κόψας καὶ σήσας μετὰ κονδίτου λάμβανε κοχλιάριον α΄. Σκορπίδια θαλάσσια τρία μικρὰ καύσας ὁλόκληρα τὴν τέφραν πότιζε μετὰ κονδίτου. Ῥοῦν μετὰ οἴνου καὶ ὀρύζης ἑψήσας καὶ ἀποτριτώσας ἔνιε, ἢ τράγου ἧπαρ ἑψήσας μετὰ οἴνου αὐστηροῦ δὸς πιεῖν, ἢ κηκίδας καύσας λείωσον καλῶς καὶ μίξας στέαρ χοίρειον καὶ τηγανίσας μετὰ ὄξους δὸς φαγεῖν τῷ πάσχοντι, ἢ λαβὼν πεπέρεως δραχ. α΄. θερμίνου ἀλεύρου ἤτοι λουπιναρίου δραχ. γ΄. καὶ μέλιτος κοχλιάριον α΄. Κάχρυος σπέρμα μετ᾿ ἐλαίου συγχριόμενον, ἢ πύρεθρον μετ᾿ ἐλαίου θερμανθὲν καὶ ἐπιχρισθὲν μετὰ μίαν ὥραν τῆς ἐπισημασίας.