Ancient Greek
Book 1
Pseudo-Galen, De remediis parabilibus 1.7.1
Not analysed yet
[Πρὸς τὰ ἐν τοῖς ὀδοῦσι πάθη καὶ πρῶτον πρὸς ἀλγήματα.] Ἀλγοῦντες ὀδόντες διακλυζέσθωσαν ὄξει θερμῷ μετὰ κηκίδων, ἢ δαδίοις λιπαροῖς ἀνεζεσμένοις ἐν ὄξει, ἢ ὑοσκυάμου τῷ σπέρματι καὶ τοῖς φλοιοῖς σὺν ὄξει, ἢ κεδρείᾳ, ἢ προπόλει, ἢ στρύχνῳ, ἢ καππάρει, ἢ σκορόδοις, ἢ μυρσίνης κλωνίοις μετ᾿ ὄξους ἀνεζεσμένοις, ἢ οἴνου τρυγὶ θερμῇ, ἢ πολίου φλοιῷ, ἢ καὶ αὐτῇ τῇ βοτάνῃ, ἢ πρασίῳ, ἕκαστον αὐτῶν ὠφελεῖ σὺν ὄξει. ἢ πλατάνου σφαιρία, ἢ ῥόδα ξηρὰ ἕψει ἐν οἴνῳ λευκῷ μέχρι τὸ τρίτον ἀπολειφθῇ, καὶ συνεχῶς δίδου διακλύζεσθαι. ὁμοίως δὲ καὶ εὐπατορίου ῥίζα καθεψηθεῖσα ἐν οἴνῳ, ἢ γλήχων βοηθεῖ. ἢ κέρας ἐλάφειον ἐν ὀξυγάρῳ ἑψήσας ἐπὶ πολὺ διακλύζου. ἢ σκίλλης τὸ ἐντὸς εἰς λεπτὰ τεμὼν ἐπὶ τὸν ξέστην τοῦ ὄξους βαλὼν εἰς ἄγγος ταρίχευσον ἐν ὀνίδι κατορύξας ἐφ᾿ ἡμέρας λ΄. καὶ χρῶ διακλύσματι. ἢ ὀνείῳ γάλακτι διακλλύζου, τοῦτο καὶ τοὺς κινουμένους ὀδόντας στερεοῖ. ἢ τιθυμάλλου ῥίζαν ἐν ὀξυμέλιτι ἑψήσας μέχρι τὸ ἥμισυ λειφθῇ, ἢ ὑοσκυάμου ῥίζαν ἐν ὀξυμέλιτι ἑψήσας διακλύζου. ἢ συκαμίνου γάλα εἰς οἶνον ἐγχέας ἐναπόθλιβέ τε καὶ χλιάνας διακλύζου. ἄλλο. σκορόδου καὶ εὐζώμου σπέρματος, καὶ νίτρου ἀφεψήματι διακλύζου. [Περὶ πυρίας πρὸς ὀδονταλγίαν.] Πυρίαν δὲ ποιοῦσι πρὸς ὀδονταλγίαν ἔξωθεν μὲν αἱ δι᾿ ἁλῶν πεφρυγμένων, ἢ κέγχρων εἰς μαρσύππιον βεβλημένων, ἢ καὶ διὰ ῥυπαρῶν ῥακίδων εὖ μάλα θερμανθέντων. καὶ αὐτοῦ δὲ τοῦ ἀλγοῦντος ὀδόντος πυρίᾳ οὕτως χρηστέον. ὀριγάνου ξηροῦ κλωνίον εἰς ζεστὸν ἔλαιον βάπτων, τῷ πονοῦντι ὀδόντι ἄνωθεν ἐπέρειδε. ἢ κίκεως καυλὸν ὁμοῦ καὶ κηρὸν ἐπιτίθει τῷ ἀλγοῦντι ὀδόντι. ἢ πυρῆνι μήλης θερμοτάτῳ προσάπτου συνεχῶς. χρῶ δὲ καθόλου ταῖς πυρίαις ταῖς τε ἔξωθεν καὶ ἔσωθεν, ἢ πρὸ τροφῆς, ἢ πολὺ λίαν ἀποστησάντων ἀπὸ τροφῆς. [Ἀποφλεγματισμοὶ ὀδόντων.] Ἀποφλεγματισμοὶ ἄριστοι τοῖς ὀδονταλγοῦσιν, σταφὶς ἀγρία διαμασηθεῖσα ἰδίᾳ καὶ μετὰ γλήχωνος· ἢ κηκίδος τὸ ἔνδοθεν μέλαν δακνέτω τῷ ἀλγοῦντι ὀδόντι, καὶ ἐάτω ἀποῤῥεῖν. ἢ σκορόδων πυρῆνας ε΄. καὶ μυρσίνης μελαίνης φύλλα ὀλίγα ἕψει σὺν ὄξει, σπάθῃ κινῶν δαδίνῃ μέχρι ἡμίσεος, καὶ δίδου διακλύζεσθαι καὶ διακρατεῖν, εἶτα χήναντες ἐάτωσαν ῥεῖν τὸ φλέγμα, καὶ μετὰ τοῦτο ῥοδίνῳ διακλυζέσθωσαν. [Ἔγχυτον εἰς τὰς ῥῖνας πρὸς ὀδονταλγίαν.] Σεύτλου ῥίζης τὸν χυλὸν αὐτὸν καθ᾿ ἑαυτὸν ἔγχεε εἰς τὰς ῥῖνας, καὶ λύσεις τοὺς πόνους τῶν ὀδόντων. [Πρὸς ὀδόντας μεμελασμένους.] Ἅλας ὀρυκτὸν μέλιτι φυράσας, ὄπτησον ἐπὶ κληματίδων; καὶ τρίψας μίξον σμύρνης βραχὺ καὶ χρῶ ἀποτρίβων τοὺς ὀδόντας. [Διάκλυσμα ὀδόντων.] Διακλύσματι δὲ χρῶ ἀπὸ τούτων οἴνῳ εὐώδει, ἐν ᾧ ἀφέψηται ἡ ἶρις ξηρά. [Οὔλων διάκλυσμα.] Ὄξος, ἐναφηψημένης ὑοσκυάμου ῥίζης, διακλύζου. [Προφυλακτικὸν ὀδονταλγιῶν.] Τιθυμάλλου ῥίζας ἑψήσας ἐν οἴνῳ μέχρι ἡμίσεος, δὶς τοῦ μηνὸς διακλύζου, καὶ οὐδέποτε ἀλγήσεις. [Ἄριστα ποιεῖ πρός τε φυλακὴν ἀλγημάτων, καὶ ῥῶσιν τῶν οὔλων καὶ τῶν ὀδόντων; ἔτι τε εὐπρέπειαν καὶ τὰ ὑποτεταγμένα σμήγματα.] Ἔρια οἰσυπηρὰ ὀθονίῳ ἐνδήσας, καῦσον, εἶτα ἁλῶν τὸ τρίτον μίξας καὶ λειώσας, εὖ μάλα σμῆχε. ἢ δασύποδος κεφαλὴν κεκαυμένην λειάνας χρῶ. ἄλλο. ἅλας καὶ μέλι λειάνας μέχρι κηρῶδες γενέσθαι καθαρῷ ὀθονίῳ ἐνδήσας καὶ καύσας, εἶτα μίξας ἶριν ὀλίγην, σμῆχε τοὺς ὀδόντας. [Πρὸς στόματος δυσωδίαν.] Κριθὰς λεάνας μέλιτι καὶ οἴνῳ δεύσας ἔνδησον χάρτῃ, καὶ καύσας, καὶ λειώσας τρῖβε τὰ οὖλα. [Πρὸς ὀδόντας σειομένους ἵνα παγῶσι.] Χάλκανθον τρίψας μετὰ ἐλαίου, παράπτου τῶν ῥιζῶν ἔριον ἀποβρέξας. ἢ πτελέας φλοιὸν ἐν οἴνῳ ἑψήσας διακρατείτω· στερεοῖ γὰρ τοὺς ὀδόντας. [Πρὸς βεβρωμένους ὀδόντας.] Καππάρεως φύλλα ἐν ὄξει δριμεῖ ἕψει εἰς ἥμισυ, καὶ χλιαρῷ διακλύζου· ὁμοίως δὲ ποιεῖ ὁ φλοιός. τὸ δ᾿ αὐτὸ καὶ πρὸς πόνους ποιεῖ. [Ἄλλο σπουδαῖον.] Μελάνθιον φρύξας, καὶ τρίψας μετ᾿ ὄξους δριμέος, κατάπλασσε τὸ βρῶμα, καὶ οὐκέτι βρωθήσεται, ἀλλὰ μενεῖ οἷόν ἐστιν. [Πρὸς βεβρωμένους ὀδόντας.] Θαλάσσιον σκορπίον λευκὸν θὲς ἐπ᾿ ἀνθράκων, χερσαῖον δὲ καὶ πώμαζε χωνείῳ ὀστρακίνῳ, καὶ κέλευε τὸν πάσχοντα δέχεσθαι τὸν ἀτμὸν τοῦ σκορπίου διὰ τῆς ὀπῆς τοῦ χωνείου, καὶ πάντοτε ἄπονος ἔσται.