Ancient Greek · ~1 min
Book 2
Pseudo-Galen, De remediis parabilibus 2.16
Not analysed yet
[Πρὸς δυσώδεις ἱδρῶτας καὶ μασχάλας.] Ἀσάρῳ χρῖε τὰς μασχάλας ἀπὸ βαλανείου καὶ πρωῒ καθ᾿ ἡμέραν. ἢ στυπτηρίαν ὑγρὰν κατάχριε καθ᾿ ἡμέραν. ἢ ὠκίμου σπέρμα δι᾿ οἴνου καὶ μέλιτος κατάχριε· τοῦτο αἴρει τὰς δυσωδίας τῶν μασχαλῶν. ἢ κονίαν πρόσπλασσε λεπτήν. ἄλλο. μολύβδαινον καύσας καὶ οἴνῳ εὐώδει κατασβέσας τρῖβε μετ᾿ οἴνου ὀλίγον σμύρνης ἐπιβάλλων ἄχρι γλοιοῦ πάχους καὶ χρῶ.